5
Κεφ. κδʹ.Τῶν ἐλαιωδῶν οὔρων τὰ μέν ἐστιν ἐλαιόχροα,
6
τὰ δὲ ἐλαιοφανῆ, τὰ δὲ ἐλαιώδη. ταῦτα δὲ σημαίνει
7
ἀρχὴν τῆς συντήξεως πιμελῆς ὅλου τοῦ σώματος, ἔστι δὲ
8
καὶ ἐλαιόχρουν αὐτό. τὰ δὲ ἐλαιοφανῆ ἀκριβεστέραν μὲν
9
ἔχει τὴν μίξιν τοῦ ἐλαίου πρὸ τοῦ οὔρου, σημαίνει δὲ τοῦ
10
πάθους ἐπίδοσιν. τὰ δὲ ἐλαιώδη ὅλα δι’ ὅλων τὰ οὖρα
11
καὶ ἐν χρώματι καὶ ἐν συστάσει οἷον ἔλαιόν ἐστι καὶ σημαίνει
12
ταῦτα ἀκμὴν τῆς ἐπιδόσεως. ἀλλ’ ἤδη καὶ τὰ τῶν
13
νεφρῶν πιμελῆς ἀναλυομένης γίνεται, τὰ δὲ ἐλαιώδη διορίσωμεν
14
διά τινων γνωρισμάτων. μέμνηται δὲ καὶ Ἱπποκράτης
15
ἐν ἀφορισμῷ περὶ τῆς τῶν νεφρῶν πιμελῆς ἀναλυομένης
16
ἐν τῷ φάναι. ὁκόσοισι λιπαρὴ ἡ ὑπόστασις καὶ
17
ἀθρόη, τουτέοισι νεφριτικὰ σημαίνει. αὐτὸς δὲ καὶ τοὺς
18
διορισμοὺς ἐχαρίσατο προσθεὶς τὸ ἀθρόη. ἐπὶ μὲν γὰρ 19.589
1
τῶν νεφρῶν ταχέως ἐκκρίνεται. ἐπὶ δὲ τῆς ἐν ὅλῳ τῷ σώματι
2
πιμελῆς οὐκ ἔτι ταχέως, ἀλλὰ καὶ βραδέως. τὸ γὰρ
3
διαδίδοσθαι αὐτὴν ἀπὸ τῶνδε τῶν φλεβῶν ὑπὸ τὰ συνέγγυς
4
κἀκεῖθεν ὑπὸ τὰ πλησίον καὶ μετὰ χρόνον ὑπὸ τοὺς νεφροὺς
5
καὶ τὴν κύστιν εὔδηλον ὅτι μετὰ πολὺν ἐκκρίνεται
6
χρόνον. ἐπὶ δὲ τῶν νεφρῶν διὰ τὸ συνέγγυς ταῖς
7
διεξόδοις ταχέως ἐκκρίνεται, τὸ γὰρ ἀθρόη παρὰ τῷ Ἱπποκράτει
8
νῦν ἐπὶ τοῦ ταχέως εἴρηται. καὶ περὶ μὲν ἐλαιωδῶν
9
οὔρων ἱκανῶς διώρισται.