Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


13 Κεφ. ιηʹ.Ἀλλὰ δὴ ἔστω διεσπασμένον ἀνώμαλον.
14 τουτέστι ποτὲ μὲν φαινόμενον τοιοῦτον, ποτὲ δὲ οὒ, τοιοῦτον
15 τοῦ προτέρου τυγχάνει ἄμεινον. ὀλίγον γὰρ δηλοῖ πνεῦμα
16 καὶ τοῦτο λεπτὸν ἔσεσθαι ταχέως. καὶ θαυμαστὸν ὑπὸ
17 τῆς φύσεως ἀκολουθεῖ τὸ τὴν μὲν ὁμαλότητα εἶναι κακὸν, 19.584
1 τὴν ἀνωμαλίαν δὲ ἀγαθόν. καὶ μάλιστα δὲ εἰκότως τὸ
2 τοιοῦτον συμβαίνει. τὰ γὰρ κατὰ τὴν αὐτὴν ἔχοντα δύναμιν
3 μοχθηρὰ τυγχάνει. οὕτως οὖν καὶ διαλείπων σφυγμὸς
4 ἀεὶ μὲν αὐτὸς φαινόμενος μοχθηρότατός ἐστι, ποτὲ
5 δὲ φαινόμενος τοιοῦτος ἄλλοτε δὲ οὒ, ἔλαττον κακὸν τοῦ
6 προτέρου δηλοῖ. οὕτως οὖν καὶ τὸ διεσπασμένον ἀνώμαλον
7 τοῦ διεσπασμένου μὲν, ὁμαλῶς δὲ φαινομένου μετριώτερόν
8 ἐστι κακόν. καὶ περὶ μὲν ταύτης τῆς συμπλοκῆς ἱκανὰ
9 τὰ προειρημένα.