Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


4 Κεφ. λθʹ.Ἐπὶ τῶν πυρεκτικῶν μάλιστα νοσημάτων
5 ἐκ τῶν οὔρων σημείωσις χρησιμωτάτη καθέστηκεν. ἐπειδὴ
6 δὲ πᾶν τὸ παρὰ φύσιν ἀπὸ τοῦ κατὰ φύσιν εὑρίσκεται,
7 ἀπὸ τῶν κατὰ φύσιν ἀρξώμεθα. οὖρον οὖν ἄριστόν ἐστιν
8 ἐπὶ τῶν ἐν ὑγείᾳ καὶ εὐεξίᾳ τελούντων ἀνθρώπων, ὑπόπυῤῥόν
9 τε καὶ ξανθὸν ὑπόξανθον καὶ τῷ πάχει σύμμετρον
10 καὶ μένον τοιοῦτον τῇ χροιᾷ οἷον ἀπουρηθῇ. λείαν δὲ καὶ
11 ὁμαλὴν καὶ λευκὴν ἔχον ὑπόστασιν παρὰ πάντα τὸν χρόνον.
12 πλῆθος δὲ πρὸς λόγον τοῦ πινομένου. ἐπὶ δὲ τῶν γυναικῶν
13 τὸ κατὰ φύσιν οὖρον τῇ χροιᾷ λευκότερον τοῦ ἀνδρείου
14 εἶναι χρὴ καὶ ὑπόστασιν ἔχειν πλείονα. ἐπὶ δὲ τῆς
15 παιδικῆς ἡλικίας ἱκανῶς παχεῖαν ἔχειν αὐτὰ ὑπόστασιν
16 χρὴ διὰ τὰς τῶν παίδων ἀδηφαγίας καὶ ἀτάκτους καὶ ἀκαίρους
17 κινήσεις. λείαν δὲ ὑπόστασιν Ἱπποκράτης καλεῖ τὸ 19.596
1 συνεχὲς καὶ ἀδιάσπαστον δηλῶσαι βουλόμενος, ὁμαλὸν δέ
2 φησιν εἶναι δι’ ὅλου ἀεὶ ὅμοιον οὐρεῖται καὶ μὴ σήμερον
3 πεπεμμένον, τῇ δ’ ἑξῆς ἄπεπτον. καὶ μὴ τὴν ὑπόστασιν
4 τὸ χῦμα ἔχει ὅλον ἀνώμαλον. ζητοῦμεν οὖν ἐπὶ τοῦ κατὰ
5 φύσιν οὔρου χρῶμα καὶ σύστασιν τοῦ σώματος καὶ τὰ
6 παρεμφαινόμενα τῷ χύματι, οἷον νεφέλην, ἐναιώρημα καὶ
7 τὴν ἐν τῷ πυθμένι ὑπόστασιν. εὔδηλον οὖν ὅτι κατά τι
8 τούτων τρεπόμενον τὸ οὖρον ἀπεψίαν τὴν ἐν ταῖς φλεψὶν
9 ἐνδείκνυται.