Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


11 Κεφ. κβʹ.Τὸ δὲ μέλαν ποτὲ μὲν ἐνδείκνυται ψύξιν,
12 ποτὲ δὲ θερμότητα. διωρίσθη δ’ ἂν οὕτως. εἰ μὲν οὖν
13 προηγήσατο πελιδνὸν, εἶθ’ οὕτως ἐγένετο μέλαν, ψύξιν ἔχει
14 τὴν πρόφασιν. εἰ δὲ τὸ χλωρὸν προεγένετο, ἠκολούθησε δὲ
15 τὸ μέλαν, φανερὸν ὅτι ἀπὸ θερμότητος ἐγένετο. καὶ τέτταρα
16 μὲν ἐπὶ τοῦ παρυφισταμένου ἐζητοῦμεν, χρῶμά τε καὶ 19.588
1 τόπον καὶ σύστασιν καὶ χρόνον. ἁπάντων δὲ τούτων πεποιήμεθα
2 τὴν σύγκρισιν.