Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


10 Κεφ. κεʹ.Ὅταν δ’ σὰρξ τήκηται, ὀροβοειδεῖς ὑποστάσεις
11 γίνονται, ὁρίζονται δὲ ταῦτα πέψει τε καὶ ἀπεψίᾳ
12 καὶ τὸ παρεῖναι ὀξὺν πυρετὸν, εἰ μὲν γάρ ἐστι πυρετὸς,
13 ὅλου τοῦ σώματός ἐστι τὸ πάθος· εἰ δὲ μὴ, τῶν νεφρῶν.
14 καὶ πάλιν εἰ μέν ἐστιν ἀπεψία τῶν οὔρων τοῦ ὅλου σώματος
15 κακόν. εἰ δὲ πέψις μὲν , ὀροβοειδεῖς δὲ ὑποστάσεις,
16 τῶν νεφρῶν δηλοῖ πάθος. εἰκότως δὲ ἀπεψία κρατεῖ, ὅταν
17 ὅλου τοῦ σώματος πάθος ἐστί. τὰ γὰρ ποιοῦντα τὴν πέψιν 19.590
1 ἀγγεῖα νενόσηκεν. ἐπὶ δὲ τῶν νεφρῶν οὐκ ἔστιν ἀπεψία.
2 οὐ γὰρ νεφρὸς πέττει τὸ οὖρον. καὶ περὶ μὲν τῆς
3 πιμελῆς καὶ τῆς σαρκὸς ἱκανὰ τὰ εἰρημένα.