Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


9 Κεφ. ηʹ.Ἔστω δὲ πάλιν ἄπεπτον τῇ συστάσει λεπτὸν,
10 ἀλλ’ ἐρυθρόν. τὸ τοιοῦτον οὐ συνίσταται. εἰ γὰρ τὸ
11 ἐρυθρὸν ἀφ’ αἵματος γίνεται, τὸ δ’ αἷμα πάλιν ἀπὸ πέψεως
12 γίνεται, δὲ πέψις παχύνει τὴν σύστασιν· εὔδηλον ὅτι τὸ
13 ἐρυθρὸν οὐ συνίσταται μετὰ τοῦ λεπτοῦ. εἰ γὰρ καί ποτε
14 μιγῇ μετὰ τοῦ ἐρυθροῦ χρώματος τὸ λεπτὸν, ἀλλ’ οὐκ ἀπ’
15 ἀκριβῶς ἐρυθροῦ, ἀλλὰ καὶ ἰχωροειδοῦς.