Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


10 Κεφ. ιθʹ.Ἔστω δὲ ἑτέρα ἥδε. τὸ παρυφιστάμενον
11 πεπεμμένον ἔστω τῷ χρώματι καὶ ὑπαρχέτω λευκὸν, μηκέτι
12 δὲ τὴν κάτω χώραν ἐχέτω, ἀλλὰ τὴν μέσην. καὶ τὸ ἔχον
13 τὴν μέσην χώραν ἔστω πρότερον καὶ λεῖον ἐν συστάσει
14 καὶ ὁμαλὸν ἐν χρόνῳ· τὸ τοιοῦτον πέψιν σημαίνει, ἀλλ’ οὐ
15 τελείαν, οὐ γὰρ ὑπόστασίς ἐστιν, ἀλλὰ μέση πέψις ἤτοι σαφῆ
16 δηλοῦσα, τὸ γὰρ ἐν μέσῳ ἐποχούμενον ὑπόστασίς ἐστι
17 τῇ φύσει, τῷ τόπῳ δὲ διαφέρουσα. τὸν δὲ τόπον ἀμείβουσα
18 διὰ πνεύματος περιουσίαν. ἐὰν γὰρ μήτε τελείως ἐν τῇ 19.585
1 πέψει λεπτυνθῇ τὸ πνεῦμα, ἀλλὰ τοῦ παρισταμένου ὄντος
2 ἀποκλυσθῇ διὰ παχύτητα, ὠθεῖ τοῦτο καὶ φέρει μετέωρον
3 πρὸς ἄκραν ἐπιφάνειαν καὶ καλεῖται νεφέλη. πρὸς μέσην
4 χώραν  καὶ καλεῖται ἐναιώρημα. οὐδ’ ὅλως ἐστὶ
5 πνεῦμα καὶ τῷ βάθει φαίνεται κάτω καὶ ὀνομάζεται ὑπόστασις.
6 περὶ μὲν ἐναιωρήματος εἴρηται τοσαῦτα.