4
Κεφ. δʹ.Ἔστω οὖν πρότερον ἐν τῇ συστάσει ἄπεπτον
5
καὶ γινέσθω λεπτὸν καὶ τούτου μένοντος λεπτοῦ ἀμειφθείτω
6
τὸ χρῶμα καὶ ἔστω τελέως λευκὸν, ὡς εἶναι αὐτὸ
7
λεπτὸν καὶ λευκόν. τὸ τοιοῦτον οὖρον πολλὰ σημαίνει. ἢ
8
γὰρ ἀσθένειαν δυνάμεως, καθάπερ καὶ ἐπὶ τῶν γερόντων
9
ἐπιφαινόμενον δηλοῖ, καὶ ἐπὶ τῶν χρονίων δὲ νοσημάτων
10
ὡς ἐπὶ τὸ πλεῖστον φαίνεται λεπτὸν καὶ λευκὸν διὰ τὴν
11
ἀσθένειαν, ὁμοίως καὶ ἐπὶ τούτων τῆς φύσεως. σημαίνει δὲ
12
καὶ ἔμφραξιν, ὡς ἐπὶ τοῖς φρενιτικοῖς ἐπιφαινόμενον ἐνδείκνυται.
13
καὶ ἐπὶ τῶν τεταρταίων πάλιν ἐν ταῖς ἀρχαῖς τοιοῦτον
14
οὐρούμενον ἔμφραξιν σημαίνει. τὸ γὰρ τῶν μελαγχολικῶν
15
τῇ παχύτητι τὰς ὁδοὺς σφῆνον, ὥσπερ διηθισμένον
16
τὸ οὖρον, φαίνεται λεπτὸν καὶ λευκόν. ἕτερον
17
δὲ μέγιστον σημαίνει κακὸν καὶ τὸ τοιοῦτον οὖρον. κἂν γὰρ 19.578
1
ἐπὶ διακαεῖ καὶ καυσώδει πυρετῷ ἐπιφανῇ λευκὸν καὶ λεπτὸν,
2
σημαίνει φρενῖτιν. εἰ γὰρ ὁ πυρετὸς πλῆθος δηλοῖ
3
χολῆς, οὐκ ἐπιχρώννυται δὲ τὸ οὖρον, εὔδηλον ὡς ὅτι οὐ
4
μένει ἐν τοῖς ἀγγείοις χολὴ, ἀλλ’ ὅτι οἰκείᾳ κουφότητι περὶ
5
τὸν ἐγκέφαλον ἀνέδρασεν. εἰ μὲν οὖν μὴ πάρεστιν ἡ φρενῖτις
6
τοῦ οὔρου τυγχάνοντος λεπτοῦ καὶ λευκοῦ, ἀλλ’ εἴη
7
πυρετὸς καυσώδης, μαντευόμεθα φρενῖτιν. εἰ δὲ τοιοῦτον
8
μὲν εἴη τὸ οὖρον, πάρεστι δὲ ἡ φρενῖτις, προσαγγέλλει θάνατον
9
ὡς ἐπὶ τὸ πολύ. οὐ γὰρ ὑπομένει ἡ δύναμις ἡ ἐγκεφάλου
10
σώζεσθαι κατὰ τῆς χολῆς ἀνιώσης καὶ δακνούσης τῇ
11
δριμύτητι. τοσαῦτα μὲν δηλοῖ τὸ λεπτὸν καὶ λευκὸν οὖρον.