Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


9 Κεφ. γʹ.Τὸ δὲ παχὺ καὶ αὐτὸ παραπλησίως τῷ λεπτῷ
10 οὐρεῖται παχὺ καὶ μένει παχύ· καθίσταται δὲ καὶ
11 γίνεται λεπτόν.  καὶ δηλοῖ τὸ μὲν πρότερον ἀκμάζειν,
12 τὸ δὲ δεύτερον τὴν τῶν παχέων χυμῶν ζύμωσιν, ἄρχεσθαι
13 δὲ τὴν διάκρισιν. καὶ αὗται μὲν αἱ τοῦ χύματος
14 ἐν συστάσει διαφοραί· ἀλλ’ ἐπειδὴ τούτου ποιούμενοι τὴν
15 διαίρεσιν, ἐλέγομεν οὖν καὶ ἐν χρώματι διαφορᾶς αὐτῶν,
16 φέρε δὴ καὶ ταύτας ἐφεξῆς ἐκθώμεθα. ἔστιν οὖν πρῶτον
17 τὸ λευκόν. εἶτα τὸ ὠχρόν. ἐφεξῆς δὲ τούτων τὸ πυῤῥόν. 19.576
1 τέταρτον δὲ τὸ ξανθόν. μετὰ δὲ τούτων ἐστὶ τὸ ἐρυθρόν.
2 ὕστατον δὲ τὸ μέλαν. καὶ ἔστιν ἄκρα μὲν δύο τὸ λευκὸν
3 καὶ τὸ μέλαν, τὰ δὲ λοιπὰ τούτων μεταξὺ τέτακται. ἔστιν
4 μὲν οὖν τὸ ὠχρὸν ἐγγὺς τοῦ λευκοῦ, τὸ δὲ πυῤῥὸν τοῦ
5 μὲν λευκοῦ πόῤῥωθεν, τοῦ δὲ ὠχροῦ συνέγγυς. πάλιν δὲ
6 τὸ ἐρυθρὸν συνέγγυς μὲν τοῦ μέλανος, τοῦ δὲ πυῤῥοῦ καὶ
7 ὠχροῦ ποῤῥωτάτω. τὸ δὲ ξανθὸν ἴδιον ἔχει ἐξαίρετον τὸ
8 μίγμα, ὡς εἶναι δύο χρωμάτων τοῦ τε πυῤῥοῦ καὶ τοῦ ἐρυθροῦ,
9 ὅθεν καὶ στίλβον αὐτὸ κέκληκεν Γαληνὸς ἐν τῷ
10 περὶ κρίσεων. εἰκότως γὰρ καὶ στίλβει. κατάλαμπρον γὰρ
11 ὑπὸ τοῦ πυῤῥοῦ. φαιδρύνεται δὲ ὑπὸ τοῦ ἐρυθροῦ. ἐφεξῆς
12 οὖν ἐστιν ἀλλήλων ἐν χρώματι οὖρα ταῦτα, λευκὸν, ὠχρὸν,
13 πυῤῥὸν, ξανθὸν, ἐρυθρὸν, μέλαν. γίνεται μὲν τὸ ὠχρὸν
14 ὅταν ὀλίγη χολὴ τὸ ὑδατῶδες ἐπιχρώσῃ, τὸ δὲ πυῤῥὸν ὅταν
15 πλείων, τὸ δὲ ἐρυθρὸν ἀπὸ αἵματος, τὸ δὲ μέλαν ἀπὸ
16 ὑπεροπτήσεως καὶ ἑτέρων τινῶν, καθὰ μετ’ ὀλίγον εἰρήσεται.
17 τὸ δὲ λευκὸν ἔσχατον ἀπεψίαν δηλοῖ. αὗται μὲν οὖν
18 εἰσιν αἱ ἁπλαῖ τοῦ ὑποχύματος διαφοραὶ ἔν τε συστάσει 19.577
1 καὶ χροιᾷ. λοιπὸν δ’ ἂν εἴη καὶ τὰς τούτων συμπλοκὰς
2 εἰπεῖν καὶ θεάσασθαι, ποῖαι μὲν δύνανται συναφθῆναι, τίνες
3 δὲ οὔ. καὶ συμπλεκόμεναι τί σημαίνουσιν.