12
Κεφ. ιστʹ.Ἀλλὰ δὴ ἔστω λευκὸν μὲν καὶ τὸν
13
κάτω κεκτημένον τόπον, μηκέτι δὲ λεῖον, ἀλλὰ διεσπασμένον.
14
τοῦτο χεῖρον τοῦ προτέρου ὑπάρχον. ἐκεῖνο μὲν γὰρ ἐδείκνυε
15
τὴν φύσιν διὰ πολλῶν τὴν ἀνωμαλίαν ὑπομένειν, τοῦτο δὲ
16
ἐν μιᾷ πέψει ὅπερ ἐστὶ μοχθηρότατον, ὥσπερ καὶ τὸ φθινόπωρον
17
κακὸν, ὅτι ἀνώμαλον. ἀλλ’ ἐὰν μὲν διὰ τεττάρων 19.583
1
ἢ πέντε ἡμερῶν γίνοιτο, ἔλαττον τὸ κακόν· ἐὰν δὲ ἐν μιᾷ
2
ἡμέρᾳ, χεῖρον ὑπάρχει. τὸν αὐτὸν τρόπον καὶ τὰ διεσπασμένα
3
τῶν πρώτων χείρονα, εἴ γ’ ἐν μιᾷ πέψει διακοπὴν
4
φύσεως δηλοῖ. διακόπτει δὲ τὴν φύσιν πνεῦμα παρεμπεσὸν
5
καὶ διασπᾷ τὴν συνέχειαν τοῦ πεμπομένου χυμοῦ.
6
ἐπεὶ οὖν ὑπεθέμεθα κατὰ φύσιν τὸ παρυφιστάμενον
7
ἔν τε χροιᾷ καὶ ἐν τόπῳ, παρὰ φύσιν δὲ ἐν τῇ συστάσει,
8
δῆλον ὅτι τοῦ ταῦτ’ ἔχοντος οὕτως ἐν τῇ συστάσει ἡ ὁμαλότης
9
ἐστὶν ἢ ἀνωμαλία.