Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.)
urn:cts:greekLit:tlg0057.tlg087
Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
editio(nes) critica(e): Helmreich, 1914; Pietrobelli, 2019 (grc;fra)
translatio Latina: Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, pp. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
translationes recentiores Pietrobelli, 2019 (grc;fra)

14 ιαʹ.

15  Ἔπειτα μέγα σημεῖον τόδε, ὅτι οἱ μὲν δημόται ἀξυνετώτατοι
16 αὐτοὶ ἑωυτῶν περὶ τουτέων τῶν νουσημάτων
17 εἰσὶν, ὥστε μελετητέα εἶναι· οἱ γὰρ μὴ ἰητροὶ ἰητροὶ 15.432
1 δοκέουσιν εἶναι μάλιστα διὰ ταύτας τὰς νούσους. ῥηΐδιον
2 γὰρ τὰ ὀνόματα ἐκμανθάνειν ἐστὶν, ὁκοῖα νενόμισται
3 προσφέρεσθαι πρὸς τοὺς τὰ τοιάδε κάμνοντας· ἢν γὰρ
4 ὀνομάσῃ τις πτισάνης χυλὸν καὶ οἶνον τοῖον τοῖον
5 καὶ μελίκρητον, ἅπαντα τοῖσι δημότῃσι δοκέουσιν οἱ ἰητροὶ
6 ταὐτὰ λέγειν, οἵ τε βελτίους καὶ οἱ χείρους· τὰ δὲ
7 οὐχ οὕτως ἔχει, ἀλλ᾿ ἐν τουτέοισι δὴ καὶ πάνυ μέγα διαφέρουσιν
8 ἕτεροι ἑτέρων.



10  Ἐπεὶ ταῖς αὐταῖς ὕλαις τῶν διαιτημάτων οἵ τε
11 βελτίους ἰατροὶ καὶ οἱ χείρους χρῶνται, διὰ τοῦτο τοῖς ἰδιώταις
12 ἀδιάγνωστός ἐστιν βελτίων, οὐκ εἰδόσι διακρῖναι τίνες
13 μὲν ἐν καιρῷ καὶ μετὰ τῆς δεούσης ποσότητος τὰς ὕλας
14 τῶν βοηθημάτων τοῖς κάμνουσι προσφέρουσι, τίνες δὲ ἄνευ
15 τούτων. ἀλλ᾿ οὖν ἐνταῦθα περιγράψας Ἱπποκράτης τὸ
16 δεύτερον προοίμιον, ἄρχεται τῶν ἐχομένων ἐπὶ τῆς προκειμένης
17 ῥήσεως.



15.433