1 καʹ.
2 Τὸ δὲ ἄφωνόν τινα ἐξαίφνης γενέσθαι φλεβῶν ἀπολήψιες
3 ποιέουσιν, ἢν ὑγιαίνοντι τόδε ξυμβῇ ἄνευ προφάσιος ἢ
4 ἄλλης αἰτίης ἰσχυρῆς.
6
Ἀπολήψεις φλεβῶν ὠνόμασε τὰς πληρώσεις τῶν φλεβῶν
7
ὑπὸ πλήθους γινομένας. ὅταν οὖν αὗται
8
ὑπερπληρωθῶσι, βαρυνθῆναί τε τὴν δύναμιν ἀνάγκη καὶ
9
εἰς κίνδυνον ἀφικέσθαι τὴν ἔμφυτον θερμασίαν τοῦ ἀποσβεσθῆναι,
10
πνιγμῷ τι παραπλήσιον παθοῦσαν
11
ὑπὸ τοῦ πλήθους· ἐπιληψίαι τε γὰρ καὶ ἀποπληξίαι καὶ
12
καρδιακαὶ συγκοπαὶ γίγνονται· δι᾿ ἑνὸς γὰρ συμπτώματος
13
κοινοῦ τῆς ἀφωνίας τὰ τοιαῦτα συμπτώματα ἐδήλωσε.
14
προσέθηκε δὲ τῷ λόγῳ τὸ ἢν ὑγιαίνοντι τοῦτο συμβῇ ἄνευ
15
προφάσιος ἢ ἄλλης αἰτίας ἰσχυρᾶς· πρόφασιν μὲν λέγων τὴν
16
φανερὰν αἰτίαν, ὡς εἰ καὶ παλαίων τις ἢ παγκρατιάζων ἐκ
17
περιθέσεως τῶν πήχεων εἰς κίνδυνον περιαχθείη τοῦ πνιγῆναι·
18
αἰτίαν δ᾿ ἄλλην ἰσχυρὰν οἷα τοῖς ἐκπληττομένοις διὰ 15.776
1
φόβον ἢ λύπην μεγίστην γίνεται. ἐπὶ δὲ τῶν νοσούντων ἡ
2
ἀφωνία γενέσθαι δύναται καὶ αὐτῶν μόνον ἐνίοτε τῶν φωνητικῶν
3
ὀργάνων βεβλαμμένων, ἢ καὶ τῶν ἀναπνευστικῶν·
4
δύναται δ᾿ ἂν καὶ δι᾿ ἔκλυσίν τινα πρόσφατον καὶ κάκωσιν
5
τῆς δυνάμεως. ἀπὸ τῶν τοιούτων ἀφωνιῶν διοριζόμενος
6
τὴν ἐν τῷ λόγῳ προκειμένην, διὰ τοῦτο προσέθηκεν, ἢν
7
ὑγιαίνοντι συμβαίνῃ.