Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.)
urn:cts:greekLit:tlg0057.tlg087
Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
editio(nes) critica(e): Helmreich, 1914; Pietrobelli, 2019 (grc;fra)
translatio Latina: Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, pp. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
translationes recentiores Pietrobelli, 2019 (grc;fra)

15 νεʹ.

16 Τοὺς δὲ φιλολουτρέοντας οὐδ᾿ εἰ καὶ δὶς τῆς ἡμέρας λούσῃς,
17 οὐδὲν ἂν ἁμάρτοις.



19   Καὶ ταύτην τὴν ῥῆσιν δοὺς ἰατρὸς 15.723
1 Βίκτωρι τῷ Ῥώμης ὑπάρχῳ τὸ περὶ τῆς καθ᾿ Ἱπποκράτην
2 διαίτης καὶ ἄλλας τινὰς ἐξ ἡμισείας ἐνέγραψε τῷ βιβλίῳ,
3 καθάπερ κᾀκείνην ἐν φησιν ὅτι οὐχ ὑστερητέαι αἱ πρῶται
4 ἡμέραι τοῦ ῥοφήματος· ἔτι δὲ πρὸς αὐτῇ καὶ τοῖσι μέν
5 γε εἰθισμένοισι δὶς σιτεῖσθαι τῆς ἡμέρης δὶς δοτέον. ἀλλὰ
6 τούτων μὲν τῶν δύο ῥήσεων ἑκατέρας ἀφεῖλε τὸ ἥμισυ μέρος,
7 τῆς δὲ νῦν προκειμένης ἀφεῖλε μὲν οὐδὲν, οὐ προσέθηκε
8 δὲ τὸν καιρόν. ἐν τοὺς φιλολουτροῦντας ἐπιλέγει
9 τοὺς ἐν τῷ τῆς ὑγείας χρόνῳ χαίροντας τῷ λούεσθαι καὶ
10 διὰ τοῦτο πολλάκις λουομένους· οὗτοι γὰρ εἰς τὸ λούσασθαι
11 προσλαμβάνουσι τὸν ἐκ τοῦ ἔθους σκοπόν. ἐφεξῆς γοῦν
12 ἀκούσωμεν αὐτοῦ τὸν καιρὸν, ἐν κελεύει λούεσθαι τοὺς
13 κάμνοντας.