14 κβʹ.
15 Ἢν δ᾿ ὑγραίνηται τὸ στόμα καὶ τὰ ἀπὸ τοῦ πνεύμονος εἴη
16 ὁκοῖα δεῖ, ἐπιδιδόναι χρὴ ἐς πλῆθος τοῦ ῥοφήματος, ὡς
17 ἐν κεφαλαίῳ εἰρῆσθαι. τὰ μὲν γὰρ θᾶσσον καὶ μᾶλλον 15.474
1 πλαδῶντα, ταχυτῆτα σημαίνει κρίσιος, τὰ δὲ βραδύτερον
2 καὶ ἧττον βραδυτέρην σημαίνει τὴν κρίσιν.
4
Ἀπὸ τοῦ γένους τῶν ξηρῶν νοσημάτων ἐπὶ τἀναντία
5
μεταβὰς, εἶθ᾿ ἑνὸς μνημονεύσας ἄνευ τοῦ προσθεῖναι
6
πάντα, παράδειγμα κοινὸν γενέσθαι τὸν ἑαυτοῦ λόγον
7
ἁπάντων ὁμογενῶν οἰηθεὶς, εἰκότως ἀσάφειαν εἰργάσατο.
8
τὸ γὰρ ὑγραίνεσθαι τὸ στόμα καὶ τὰ ἀπὸ τοῦ πνεύμονος
9
ἀναπτύεσθαι νοσήματος οὐχ ἁπλῶς ἐστιν ὑγροῦ γνωρίσματα
10
παντὸς ἐν παντὶ μορίῳ τοῦ σώματος, ἀλλὰ μετὰ τοῦ
11
πεπονθέναι τι τῶν ἀναπνευστικῶν ὀργάνων διὰ τοῦθ᾿, ὡς
12
ἔφην, ἀσαφὴς ὁ λόγος ἐγένετο· τό γε μὴν εἰρημένον αὐτῷ
13
παντὸς μᾶλλον ἀληθέστερόν ἐστιν, ὡς τὰ μὲν ἐκκαθαιρόμενα
14
διὰ τῶν πτυσμάτων οἵων χρὴ πτυομένων ταχέως κρίνεται,
15
τὰ δ᾿ ἐναντία δυοῖν θάτερον, ἢ εἰς ὄλεθρον ἢ εἰς μῆκος
16
χρόνου τελευτᾷ. διδόναι οὖν χρὴ τοῖς καλῶς ἐκκαθαιρομένοις
17
πτισάνης, ἕνεκα τοῦ ῥωσθῆναι τὴν δύναμιν καὶ ἐξαρκεῖν
18
ταῖς διὰ τῶν βηχῶν γιγνομέναις ἀναπτύσεσι τῶν ἐκ 15.475
1
τοῦ πνεύμονος ὑγρῶν· τὸ γὰρ ὁκοῖα δεῖ τὰ τῆς πέψεως
2
ἐστιν ἔχοντα γνωρίσματα, περὶ ὧν τελεώτατα εἰρήκαμεν ἔν
3
τε τοῖς περὶ κρίσεων καὶ περὶ τῶν ἐν ταῖς νόσοις καιρῶν,
4
οἷον ἔτι δὲ ἐν ἐξηγήσει τοῦ ἀφορισμοῦ, ἔνθα διδάσκων ὁ
5
Ἱπποκράτης ὅπως χρὴ διὰ τῶν ἐπιφαινομένων τὰς προγνώσεις
6
ποιεῖσθαι, παράδειγμα τοῦ λόγου τὴν πλευρῖτιν ἔγραψεν,
7
ὧδέ πως εἰπών· οἷον ἐν πλευριτικοῖσι πτύελον, ἢν μὲν
8
αὐτίκα ἐπιφαίνηται, ἀρχομένου μὲν βραχύνει, ἢν δ᾿ ὕστερον
9
ἐπιφαίνηται μηκύνει.