Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.)
urn:cts:greekLit:tlg0057.tlg087
Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
editio(nes) critica(e): Helmreich, 1914; Pietrobelli, 2019 (grc;fra)
translatio Latina: Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, pp. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
translationes recentiores Pietrobelli, 2019 (grc;fra)

9 μβʹ.

10  Πυθμενόθεν μὲν οὖν οὐκ ἴσασιν οὔθ᾿ οἱ τῇσι κριθώδεσι
11 πτισάνῃσι χρεόμενοι, ὅτι αὐτέῃσι κακοῦνται ὁκόταν ῥοφέειν
12 ἄρξωνται, ἢν προκενεαγγήσωσι δύο τρεῖς ἡμέρας
13 καὶ πλείους· οὔτ᾿ αὖ οἱ τῷ χυλῷ χρεόμενοι γινώσκουσιν,
14 ὅτι αὐτέοισι βλάπτονται ῥοφέοντες, ὁκόταν μὴ ὀρθῶς
15 ἄρξωνται τοῦ ῥοφήματος· τότε μὴν φυλάσσουσι καὶ
16 γινώσκουσιν ὅτι μεγάλην τὴν βλάβην φέρει, ἢν πρὶν πέπειρον
17 γενέσθαι τὴν νοῦσον, κριθώδεα πτισάνην ῥοφήσῃ
18 κάμνων εἰθισμένος χυλῷ χρέεσθαι. πάντ᾿ οὖν ταῦτα 15.592
1 μεγάλα μαρτύρια, ὅτι οὐκ ὀρθῶς ἄγουσιν εἰς τὰ διαιτήματα
2 οἱ ἰητροὶ τοὺς κάμνοντας· ἀλλ᾿ ἐν ᾗσί τε νούσοισιν
3 οὐ χρὴ κενεαγγέειν τοὺς μέλλοντας ῥοφήμασι διαιτᾶσθαι,
4 κενεαγγέουσιν· ἐν ᾗσί τε οὐ χρὴ μεταβάλλειν ἐκ κενεαγγείης
5 εἰς ῥοφήματα, ἐν ταύτῃσι μεταβάλλουσι.



7 Πυθμενόθεν μὲν ἤτοι τὸ παντελῶς, τὸ ἐξ ἀρχῆς αὐτῷ
8 δηλοῖ· φησὶ γὰρ ἀγνοεῖν τοὺς ἰατροὺς ὁπότε χρὴ πρῶτον
9 ἤτοι πτισάνην χυλὸν διδόναι τοῖς κάμνουσιν, ἐπίστασθαί
10 γε μὴν αὐτοὺς πρὸ τοῦ πεφθῆναι τὸ νόσημα εἰ κριθώδη
11 πτισάνην δώσουσι βλαβήσεσθαι τὸν κάμνοντα. τὴν
12 δὲ ἐχομένην τῆσδε τῆς ῥήσεως ὑπὲρ τῶν αὐτῶν ἀποφαινομένην
13 τὰ αὐτὰ τοῖς πολλάκις εἰρημένοις ἑκὼν ὑπερβήσομαι
14 διὰ σαφήνειαν.