Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.)
urn:cts:greekLit:tlg0057.tlg087
Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
editio(nes) critica(e): Helmreich, 1914; Pietrobelli, 2019 (grc;fra)
translatio Latina: Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, pp. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
translationes recentiores Pietrobelli, 2019 (grc;fra)

16 μεʹ.

17 Τοὺς δὲ ἀκαταστάτους τῶν πυρετῶν ἐᾷν μέχρις ἂν καταστῶσιν· 15.819
1 ὁκόταν δὲ στῶσιν, ἀπαντῆσαι διαίτῃ καὶ θεραπείῃ
2 τῇ προσηκούσῃ, κατὰ φύσιν θεωρέων.



4 Ἀκαταστάτους πυρετοὺς εἴρηκεν ἐφ᾿ ὧν μηδέν ἐστι
5 καθεστηκὸς, ὅπερ σημαίνει τὸ βέβαιον· ἔστι δὲ βέβαια τὰ
6 ἐν ταῖς περιόδοις φαινόμενα καὶ τοῖς οὔροις, ἔτι δὲ καὶ
7 ταῖς ἠκριβωμέναις ἰδέαις τῶν πυρετῶν. αἱ μὲν οὖν περίοδοι
8 τὴν ἀρχὴν οὐδὲ φαίνονται ταῖς πρώταις ἡμέραις·
9  τὰ δὲ ἐπιγίνεται ἄλλοτε ἄλλα καὶ πολλάκις τρὶς καὶ τετράκις
10 οὐρεῖν, διά γε τῆς ἡμέρας καὶ τῆς νυκτὸς συμβαίνει·
11 καὶ ἀνόμοια φαίνεται τὰ οὖρα πρὸς ἄλληλα. τὴν τοίνυν
12 ἰδέαν τοῦ τοιούτου πυρετοῦ ἀκατάστατον εἶναί φησιν, ὅπερ
13 ταὐτόν ἐστι σημαίνειν τῷ μὴ διασώζοντι τὴν ἰδέαν μίαν
14 ἀκριβῶς. ἐδήλωσα δέ σοι τὰς ἀκριβεῖς ἰδέας τῶν πυρετῶν
15 ἔν τε τοῖς περὶ διαφορᾶς αὐτῶν ὑπομνήμασι κᾀν τῷ δευτέρῳ
16 περὶ κρίσεων· ἐπὶ τῶν τοιούτων οὖν πυρετῶν ἀξιοῖ
17 μὴ κατ᾿ ἀρχὰς τῇ διαίτῃ χρῆσθαι, ἀλλ᾿ ἐᾷν ἕως ἂν ἴδωμεν
18 ποῖοί τινές εἰσι καὶ τηνικαῦτα τὸ τῆς διαίτης εἶδος ὁρίζειν.



15.820