Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.)
urn:cts:greekLit:tlg0057.tlg087
Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
editio(nes) critica(e): Helmreich, 1914; Pietrobelli, 2019 (grc;fra)
translatio Latina: Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, pp. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
translationes recentiores Pietrobelli, 2019 (grc;fra)

4 γʹ.

5 Καὶ οὐ μόνον διὰ τοῦτο οὐκ ἐπαινέω, ἀλλ᾿ ὅτι καὶ ὀλίγοισι
6 τὸν ἀριθμὸν τοῖσιν ἀκέεσιν ἐχρέοντο· τὰ γὰρ πλεῖστα
7 αὐτέοισιν εἰρέαται, πλὴν τῶν ὀξέων νούσων, φάρμακα ἐλατήρια
8 διδόναι καὶ ὀῤῥὸν καὶ γάλα τὴν ὥρην πιπίσκειν.
9 εἰ μὲν οὖν ταῦτ᾿ ἦν ἀγαθὰ καὶ ἁρμόζοντα τοῖσι νουσήμασιν,
10 ἐφ᾿ οἷσι παρῄνεον διδόναι, πολὺ ἂν ἀξιώτερα ἦν
11 ἐπαίνου, ὅτι ὀλίγιστα ἐόντα αὐτάρκεά ἐστιν· νῦν δὲ οὐχ
12 οὕτως ἔχει.



14 Καὶ ὀλίγοις τὸν ἀριθμὸν τοῖς ἰάμασιν αὐτούς φησι κεχρῆσθαι,
15 πλὴν τῶν ὀξέων νοσημάτων, ὡς ἐν τούτοις εἰρηκότων
16 πολλὰ, καὶ γὰρ οὕτως εἰρήκασι· τὰ δὲ ἐπὶ τῶν χρονίων 15.424
1 ὄντως πάλιν καὶ ταῦτα. καὶ γὰρ δι᾿ ἐλατηρίων καὶ ὀῤῥοῦ
2 καὶ γάλακτος ὡραίως πινομένων αὐτοῖς περαίνεται.