Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.)
urn:cts:greekLit:tlg0057.tlg087
Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
editio(nes) critica(e): Helmreich, 1914; Pietrobelli, 2019 (grc;fra)
translatio Latina: Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, pp. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
translationes recentiores Pietrobelli, 2019 (grc;fra)

12 κεʹ.

13  Ἀλλὰ χρὴ τοὺς τοιούτους προπυριῶντας φλεβοτομέειν
14 ἐν ἀρχῇσιν εὐθέως, μετεώρων ὄντων πάντων τῶν
15 λυπεόντων πνευμάτων καὶ ῥευμάτων· εὐβοηθητότερα γάρ
16 ἐστι.


15.784


1 Προπυριᾷν δεῖ τοὺς οὕτως ἔχοντας, ἐπειδὴ πέπηγεν
2 ἐν αὐτοῖς τὸ αἷμα καὶ δύσρουν ἐστίν· ἀλλ᾿ ἐπειδὴ καὶ τριβὴ
3 τις ἐν τῷ προπυριᾷν γίγνεται, κάλλιον πράττειν ὅπερ
4 ἡμᾶς ἐγράψαμεν ἀεὶ, τέμνειν αὐτίκα τὴν ἐν ἀγκῶνι φλέβα
5 τὴν ἔνδον· οὐ γὰρ ἀεὶ πεπηγὸς οὕτως ὡς μὴ δύνασθαι
6 ῥεῖν εὑρίσκεται τὸ αἷμα. τρίβειν δ᾿ ἐν αὐτῷ τῷ χρόνῳ
7 διὰ πολλῶν ἀνθρώπων ἅπαντα τοῦ σώματος τὰ μόρια· κᾂν
8 μὲν ῥυῇ σύμμετρον, αὖθις τρίψαντα πάλιν ἐπαφαιρεῖν· εἰ
9 δὲ μὴ, τρίβειν τε καὶ πυριᾷν, ἄχρις ἂν ῥεῖ. ἔνθα δ᾿ εἰς
10 παραπληξίαν κατέσκηψε τὸ πάθος, ἐγχωρεῖ τρίβειν ἐν χρόνῳ
11 βραχεῖ καὶ πυριᾷν καὶ τρίβειν αὖθις καὶ πυριᾷν, μέχρις
12 ἂν τάχιστα παυθῇ ταῦτα, ἔτι μετεώρων ὄντων τῶν
13 πνευμάτων καὶ κενωθῆναι μὴ δυσλύτων.