14 ιεʹ.
15 Τῷ τοιούτῳ ἢν μὴ αἷμα ἐκ ῥινὸς ῥυῇ, ἢ ἀπόστημα περὶ
16 τὸν τράχηλον γένηται, ἢ σκελέων ἄλγημα, καὶ πτύσματα
17 παχέα πτύσῃ (ταῦτα δὲ ξυστάσης τῆς κοιλίης γίνεται) 15.759
1 ἢ ἰσχίων ὀδύνη, ἢ αἰδοίου πελίωμα, οὐ κρίνεται, καὶ ὄρχις
2 ἐνταθεὶς, κριτικόν.
4
Ὅτι δι᾿ ἀποστημάτων μᾶλλον ἢ ἐκκρίσεων οἱ ἐπὶ φλέγματι
5
σηπομένῳ γινόμενοι πυρετοὶ τὴν λύσιν ἔχουσι πολλάκις
6
δέδεικται· κατὰ δὲ τὸν προκείμενον καῦσον, οὐκ ἀποστημάτων
7
μόνον ἐμνημόνευσεν, ἀλλὰ καὶ προσέθηκε καὶ αἱμοῤῥαγίαν,
8
γινομένην ἐπ᾿ ἐκείνων μᾶλλον τῶν καύσων, ἐφ᾿ ὧν
9
ἡ τοῦ πάθους σύστασις ἐν τῷ πνεύμονι γίγνεται· θερμαινομένη
10
γὰρ ἐν ταῖς τοιαύταις διαθέσεσιν ἡ κεφαλὴ πληροῦται
11
τοῦ αἵματος, ἀποχεῖ τε τὸ πλεονάζον αὐτοῦ, ῥηγνυμένων
12
ἢ ἀναστομουμένων τῶν φλεβῶν, διὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ
13
περὶ τὸν τράχηλον ἀποστήματα καὶ παρωτίδες γίνονται τοῖς
14
οὕτω πάσχουσιν. ὅσοις δὲ τοῦ πάθους ἡ σύστασις ἐν τοῖς
15
κατὰ τὴν νῆστιν ἢ τὸ ἧπαρ ἐγένετο μέρεσι, κάτω μᾶλλον
16
αἱ ἀποστάσεις τούτοις συμπίπτουσιν, ὥστε καὶ ἡ τῶν ἰσχίων
17
ὀδύνη καὶ τὸ τοῦ αἰδοίου πελίωμα καὶ ἡ τοῦ ὄρχεως ἔντασις
18
τοῖς οὕτω κάμνουσι μᾶλλον συμβαίνει. γίνεται δ᾿ ἔντασις 15.760
1
ὄρχεως ἐνίοτε μὲν ὑπὸ τῆς καθ᾿ ἑαυτὸν φλεγμονῆς, ἐνίοτε
2
δὲ ὑπό τινος τῶν ἄνω φλεγμαινόντων ἑλκομένου. τὸ δὲ
3
καὶ πτύσματα παχέα πτύειν ἐνίους αὐτῶν ἐπὶ τῶν κατὰ
4
τὸν πνεύμονα πάθος ἐχόντων εἴρηται, πέψεως ἤδη γεγονυίας.
5
εὔδηλον οὖν ἐκ τούτου τὸ συγκεχυμένον καὶ ἄτακτον καὶ
6
ἀδιόριστον τῆς διδασκαλίας, ὅπερ ὑποτυπώσει μὲν ἕνεκα
7
συγγραμμάτων γιγνομένῃ πρέπει, συγγράμματι δ᾿ οὐδαμῶς
8
ἐστιν οἰκεῖον· ἐπὶ γὰρ πολλοῖς μέρεσι πεπονθόσι γιγνομένων
9
τοιούτων πυρετῶν ἐχρῆν ἐφεξῆς συμπτωμάτων γεγράφθαι
10
τὸν κατάλογον καὶ μὴ ἀδιορίστως τε καὶ ἀτάκτως, ἀλλ᾿ ἢ
11
κατὰ τὸ οἰκεῖον προκείμενον νόσημα ποιεῖν. καὶ τὸ, κοιλίη
12
ὑπάγουσα, κατὰ τὸν αὐτὸν εἴρηται τρόπον, οὐχ ὡς ἀεὶ τοῖς
13
καύσοις ὑπάρχοντος τοῦ συμπτώματος, ἀλλ᾿ ὡς ἐνίοτε, τοῖς
14
γὰρ ἐν τῇ γαστρὶ τὴν εἰρημένην διάθεσιν ἔχουσι διαφθειρομένων
15
τῶν σιτίων αἱ διαχωρήσεις ὑγραὶ, τοῖς δ᾿ ἐν τῷ
16
πνεύμονι ἔχουσι τῆς γαστρὸς ἀπαθοῦς ὑπαρχούσης οὐκ
17
ἀνάγκη τὰ διαχωρούμενα τοιαῦτα εἶναι, τοὐναντίον γὰρ
18
ἐνίοτε τοῖς οὕτω διακειμένοις συμβαίνει σκληρὰν καὶ δυσδιαχώρητον 15.761
1
εἶναι τὴν γαστέρα. καὶ μὴν δὴ καὶ οἷς κατὰ
2
τὸ ἧπάρ ἐστιν ἡ οἷον ῥίζα τοῦ καύσου καὶ τοῖς διὰ τὸ ἧπαρ
3
καυσουμένοις, ποτὲ μὲν ἔκκρισις ὑγρὰ, ποτὲ δὲ ξηρὰ τὰ
4
διαχωρήματα αὐτῶν ἐκκρίνεται, οἷον τὰ καλούμενα σπυραθώδη,
5
κατωπτημένων δηλονότι τῶν σκυβάλων ὑπὸ τῆς ἐν τῷ
6
σπλάγχνῳ φλεγμονῆς. ὅταν μὲν οὖν φλεγμαίνῃ μόνον,
7
τοῦτο ἐργάζεται· ὅταν δὲ σὺν τῇ φλεγμονῇ ᾖ καὶ ἡ
8
ἀτονία, ὑγρὰ διαχωροῦσι μὴ δυναμένου τοῦ σπλάγχνου πρὸς
9
ἑαυτὸ τὴν τροφὴν ἕλκειν. διορίζεται δὲ τὰ τοιαῦτα διαχωρήματα
10
τῶν ἀπὸ τῆς γαστρὸς πεπονθυίας γενομένων τῷ
11
κεχυλῶσθαι.