Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.)
urn:cts:greekLit:tlg0057.tlg087
Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
editio(nes) critica(e): Helmreich, 1914; Pietrobelli, 2019 (grc;fra)
translatio Latina: Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, pp. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
translationes recentiores Pietrobelli, 2019 (grc;fra)

12 κεʹ.

13 Ξυμφέρει δὲ τὰ τοιάδε ὡς ἐπιτοπολὺ τοῖσιν ὅλῃσι πτισάνῃσιν
14 αὐτίκα χρεομένοισιν.



16 Ἐάν τε ὅλας ἐάν τε κριθώδεις ἐάν τε ἁπλῶς πτισάνας εἴπῃ,
17 ἓν καὶ ταὐτὸν ἐκ τῶν τριῶν σημαίνεται λέξεων, τὰς 15.479
1 ἀδιηθήτους πτισάνας δηλοῦντος. μετὰ γὰρ τὴν ἕψησιν ἐάν
2 τις αὐτὰς διηθήσας, ἔπειτ᾿ ἰδίᾳ τὸν χυλὸν ἀποκρίνας, ἐκεῖνον
3 διδῷ, οὔθ᾿ ὅλαις πτισάναις οὔτε κριθώδεσι πτισάναις
4 οὔτε ἁπλῶς εἰρημέναις πτισάναις τοιοῦτος λεχθήσεται
5 χρῆσθαι, χυλῷ δὲ μόνον πτισάνης. πάλιν δὲ καὶ νῦν ἀναμνήσω,
6 τίνες εἰσὶν οἱ πτισάναις ὅλαις ἐξ ἀρχῆς δεόμενοι
7 χρῆσθαι σύντομος δὲ ἀνάμνησις, εἰ μὴ παντάπασιν ἀργῶς
8 ἤκουσας τῶν προειρημένων, ὅτι τῶν ἀναπτυομένων χρηστῶν
9 ὄντων, ἐὰν μήτε φαρμακείας μήτε κλύσματος κάμνων
10 φαίνηται δεόμενος, ἐπὶ πτισάνης αὐτὸν ἀξιοῖ διαιτᾶσθαι·
11  καὶ τὸν λογισμὸν δὲ τῆς συμβουλῆς αὐτὸς
12 προσέθηκεν εἰπών·