10 γʹ.
11 Καὶ γὰρ οὖν ἧσσον οὗτος διουρητικὸς γίγνεται ἐπίπαν
12 τοῦ οἰνώδεος λευκοῦ.
14
Τίνα κέκληκεν οἰνώδεα λευκὸν ἐπισκεψώμεθα. λέλεκται
15
γὰρ ἔμπροσθεν οἰνώδης οἶνος εἶναί τε καὶ λέγεσθαι προσηκόντως
16
ὁ τοῖς ὑδατώδεσιν ἀντικείμενος· ἰσχυρῶς οὖν αὐτὸν
17
δεῖ θερμαίνειν καὶ κεφαλὴν πληροῦν καὶ παραφροσύνας ἐργάζεσθαι
18
καὶ τὴν πυρετώδη θερμασίαν αὐξάνειν· ἀλλ᾿ ὁ 15.640
1
τοιοῦτος οἶνος οὐκ ἔστι λευκὸς, οὔτε νέος ὢν οὔτε παλαιωθεὶς,
2
ὅτι μηδὲ ἄλλος τις τῶν παλαιουμένων οἴνων διαμένει
3
λευκὸς, κᾂν ὅτι μάλιστα κατ᾿ ἀρχὰς ὑπάρξῃ τοιοῦτος, ἀλλ᾿
4
ἀεὶ καὶ μᾶλλον ἑαυτοῦ κιῤῥότερος γίγνεται, τελευταῖον δὲ καὶ
5
ξανθός. ἔοικεν οὖν ὁ Ἱπποκράτης εἰρηκέναι λευκὸν οἰνώδη
6
τὸν αὐστηρὸν, ὃς οὐδ᾿ αὐτός ἐστιν οὐρητικὸς, ἀλλ᾿ ἐὰν μὲν
7
παχὺς ᾖ ὁ τοιοῦτος, χρονίζει περὶ ὑποχόνδριον, ἐὰν δὲ μὴ
8
παχὺς, οὐδὲ χρονίζει μέχρι πολλοῦ, καθάπερ ὁ μέλας, οὔθ᾿
9
ὁμοίως ἐπ᾿ οὖρα διεξέρχεται τοῖς λευκοῖς τε ἅμα καὶ μετρίως
10
αὐστηροῖς· οὐρητικοὶ γὰρ οὗτοι διότι πεφεύγασιν ἀμφοτέρας
11
τὰς ἰδέας τοῦ βραδέως ἐπ᾿ οὖρα διεξέρχεσθαι, τήν τε τοῦ
12
ὑδατώδους, ἣν διὰ ψυχρότητα πέπονθε, καὶ τὴν τοῦ μέλανος
13
οἴνου διὰ τὸ πάχος. ὁ γὰρ λευκὸς οἶνος καὶ αὐστηρὸς ἥκιστα
14
θερμὸς ὡς ἐν οἴνοις ἐστὶ καὶ διὰ τοῦτο τοῖς κατὰ γαστέρα
15
ῥεύμασιν ἐπιτήδειος, οὐ μὴν οὐρητικός γε ἱκανῶς ὁ τοιοῦτός
16
ἐστιν· ἴσως οὖν τούτῳ παραβάλλων τὸν μέλανά φησιν ἧττον
17
οὐρητικὸν ὑπάρχειν.
15.641