Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.)
urn:cts:greekLit:tlg0057.tlg087
Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
editio(nes) critica(e): Helmreich, 1914; Pietrobelli, 2019 (grc;fra)
translatio Latina: Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, pp. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
translationes recentiores Pietrobelli, 2019 (grc;fra)

10 κʹ.

11 Πλῆθος δ᾿ ἀρκέει κατ᾿ ἀρχὰς διδόναι μὴ πουλὺ, μηδὲ ὑπέρπαχυ,
12 ἀλλ᾿ ὁκόσον ἕνεκα τοῦ ἔθεος εἰσιέναι τι καὶ κενεαγγείην
13 μὴ γίνεσθαι πολλήν.



15 Ὅσοι τοὺς νοσοῦντας ἐμπιπλάναι φασὶν Ἱπποκράτην,
16 διὰ τὸ καθ᾿ ἑκάστην ἡμέραν τοῖς ἀκινδύνως διάγουσι δὶς
17 διδόναι τῆς πτισάνης, εἰ προσέσχον τῷ κατὰ τήνδε τὴν 15.471
1 ῥῆσιν εἴρηκε, κατέγνωσαν ἂν ἑαυτῶν· τοσοῦτον γὰρ ἀξιοῖ
2 δίδοσθαι τοῦ ῥοφήματος, ὅσον ἕνεκα τοῦ ἔθους εἰσιέναι
3 τροφὴν τῷ σώματι καὶ μὴ πολλὴν γίνεσθαι τὴν κένωσιν.
4 ἐὰν οὖν συγχωρήσωσιν ὀξύβαφον πτισάνης δὶς ἑκάστης ἡμέρας
5 διδόμενον ἄχρι τῆς ἑβδόμης τῆς ἐνάτης, ἐλάττονα
6 δύναμιν ἔχειν, ἦς αὐτοὶ τρέφουσιν ἅπαξ τροφῆς, ἡγοῦμαι
7 παύσασθαι φλυαρεῖν αὐτούς. ἀλλὰ τοῦτό  γε μικρὸν
8 ἂν ὕστερον δείξω· νῦν δὲ ἐξηγήσομαι τὸ κατ᾿ ἀρχάς.
9 οὐ τοῦτο γάρ φησιν, ὅτι κατ᾿ ἀρχὴν τοῦ νοσήματος, ἀλλ᾿
10 ἔτι γενικώτερον ἄκουε σημαινόμενον ἐκ τοῦ κατ᾿ ἀρχάς·
11 ὁπόταν γὰρ ἄν |σοι δόξῃ πρῶτον κάμνων δεῖσθαι τῆς
12 πτισάνης, τηνικαῦτα μὴ πολὺ μηδὲ ὑπέρπαχυ δίδου παραχρῆμα·
13 φυλάττεται γὰρ Ἱπποκράτης τὸ κατὰ πολὺ καὶ
14 ἐξαπίνης πληροῦν κενοῦν.