16 ιδʹ.
17 Τὸ δὲ τοιοῦτον διαχώρημα ἔχει μὲν καὶ ἄλλα σίνεα μεγάλα
18 (οὔτε γὰρ ἐξ ὑποχονδρίων καῦμα σβέννυσιν, ἀλλ᾿ ὁρμᾷ· 15.662
1 δυσφορίην τε καὶ ῥιπτασμὸν τῶν μελέων ποιέει) ἑλκῶδες
2 δ᾿ ἐστι καὶ ἐντέρου καὶ ἕδρης· ἀλεξητήρια δὲ τουτέων
3 γεγράψεται.
5
Σύνηθες αὐτῷ τὰς βλάβας σίνεα λέγειν, ὡς κᾀν τῷ
6
περὶ ἀγμῶν καὶ ἄρθρων ἐδείχθη· καὶ γάρτοι σίνειν λέγουσιν
7
οἱ Ἴωνες ἀντὶ τοῦ βλάπτειν· ἀλλὰ καὶ τὰ βλαβερὰ σινόμορα
8
πολλάκις αὐτὸς ὠνόμασε. μεγάλας οὖν βλάβας ἔχειν
9
φησὶ τὸ προειρημένον διαχώρημα, τουτέστι τὸ κατακορὲς
10
χολῶδες ἅμα τῷ καὶ ἀφρῶδες εἶναι. σύνηθες δ᾿ αὐτῷ πολλάκις
11
ἐπὶ τῶν σημείων χρῆσθαι ταῖς τῶν αἰτίων τε καὶ
12
βλαπτομένων σωμάτων φωναῖς· τὸ γοῦν τοιόνδε διαχώρημα
13
κάλλιον ἦν εἰπεῖν σημαίνειν, ἀλλ᾿ ἔχειν εἶπε· καίτοι τὰ μὲν
14
πεπονθότα σώματα τὰς βλάβας ἴσχει, τὰ δ᾿ αἴτια ποιεῖ,
15
τὰ δὲ σημεῖα δηλοῖ. τίνα γε μήν ἐστιν ἃ συμβαίνει πρὸς
16
τῶν εἰρημένων διαχωρημάτων σίνεα, παρ᾿ αὐτοῦ ἄκουε λέγοντος·
17
οὔτε γὰρ ἐξ ὑποχονδρίων καῦμα σβέννυσιν, ἀλλ᾿ 15.663
1
ὁρμᾷ· τοῦτο δὲ εἶπεν, ἐπειδὴ πολλάκις ἡ τῶν χολωδῶν
2
ὑποχώρησις αὐτίκα σβέννυσι τὸ ἐξ ὑποχονδρίων καῦμα· διὰ
3
τοῦτ᾿ οὖν ἐπὶ τῶν κακοηθῶν χολωδῶν προσέθηκεν, ὅτι μὴ
4
σβέννυται, ἀλλὰ τοὐναντίον ἅπαν αὐξάνεται τοῖς τὰ τοιαῦτα
5
διαχωροῦσι καὶ οὐ παύεται τὸ καῦμα ἐκ τῶν ὑποχονδρίων,
6
ἀλλὰ καὶ σφοδρότερον γίγνεται καὶ ῥιπτάζονται, τουτέστιν
7
ἄσην τε καὶ δυσφορίαν ἔχουσιν, ἐπειδὴ τῆς ἐν τοῖς ὑποχονδρίοις
8
διαθέσεως φλογώδους τὰ τοιαῦτα διαχωρήματα
9
συμπτώματα· καὶ μέντοι καὶ ὅτι κατὰ τὴν τῶν ἐντέρων
10
διέξοδον ἡ δριμύτης αὐτῶν ξυσματώδη διάθεσιν ἐργάζεται.
11
ταύτης μὲν οὖν τῆς διαθέσεως αἴτια γίγνεται τὰ κατακορῆ
12
χολώδη, τῆς δὲ ἐν τοῖς ὑποχονδρίοις σημεῖα· ὅ γε μὴν Ἱπποκράτης,
13
ὡς ἔφην, εἴωθεν ἐνίοτε καὶ τοῖς τῶν αἰτίων ἐνδεικτικοῖς
14
ῥήμασιν ἐπὶ τῶν σημείων χρῆσθαι. ἀλεξητήρια
15
δὲ τουτέων γεγράψεται. ὅτι προῄρηται καθ᾿ ἕκαστον εἶδος
16
νοσήματος ἰάματα γράψαι καὶ διὰ τῶν ἔμπροσθεν ἐδήλωσε
17
καὶ νῦν οὐχ ἧττον· εἰ δ᾿ ἔστιν Ἱπποκράτους
18
ἄξια τὰ προσκείμενα τῷδε τῷ βιβλίῳ τὰ μετὰ τὸ λουτρὸν, 15.664
1
ὅσα τε ἐν τοῖς περὶ νόσων ἢ περὶ παθῶν γέγραπται, κατὰ
2
τὴν ἐξήγησιν αὐτῶν ἐπισκεψόμεθα.