11 ιδʹ.
12 Καίτοι διαβολήν γε ἔχει ὅλη ἡ τέχνη πρὸς τῶν δημοτέων
13 μεγάλην, ὡς μηδὲ δοκέειν ὅλως ἰητρικὴν εἶναι.
15
Καὶ κατὰ ταύτην τὴν ῥῆσιν ἐπὶ μερικοῦ παραδείγματος
16
διδάσκει τινὰ τῶν καθόλου, πρῶτον μὲν ὡς ἡ τῶν μετιόντων 15.440
1
ὁτιοῦν ἐπιτήδευμα διαφωνία δικαίως ὑποψίαν
2
ἀγνοίας ἐνδείκνυται· δεύτερον οὖν πάλιν ὡς ἡ συμφωνία
3
δικαίαν μεγάλην ἐλπίδα γνώσεως, ὅπερ μεγάλα καὶ ταῖς γραμμικαῖς
4
ἀποδείξεσι συνετέλεσεν· οὐ μόνον γὰρ αὐτοὺς τοὺς
5
μανθάνοντας πείθουσιν, ἀλλὰ καὶ παρὰ τοῖς ἰδιώταις δόξαν
6
ἔχουσιν, ὡς ἀληθέσταται. γραμμικαῖς οὖν ἀποδείξεσι
7
κεχρῆσθαί φασι τοὺς ἐναργῶς τι καὶ ἀναμφιλέκτως δείξαντας.
8
ἐξεργάζεται δὲ τὸν περὶ τῆς διαφωνίας λόγον ἐπὶ τῆς
9
ἐχομένης ῥήσεως.