Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.)
urn:cts:greekLit:tlg0057.tlg087
Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
editio(nes) critica(e): Helmreich, 1914; Pietrobelli, 2019 (grc;fra)
translatio Latina: Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, pp. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
translationes recentiores Pietrobelli, 2019 (grc;fra)

11 οηʹ.

12  Τὰ δὲ ἐκ πορείης ἀλγήματα πλευρέων, νώτου,
13 ὀσφύος, ἰσχίων καὶ ὁκόσα ἀναπνέοντες ἀλγέουσι πρόφασιν
14 ἔχοντες· πολλάκις γὰρ μεμάθηκε φοιτᾷν ἐκ κραιπαλέων
15 καὶ βρωμάτων φυσωδέων ἀλγήματα καὶ εἰς ὀσφὺν
16 καὶ ἐς ἰσχίον. οἷσι δ᾿ ἂν αὐτέων τοιάδε δυσουρέεται·
17 τούτων δὲ πορείη αἰτίη καὶ κορυζέων καὶ βράγχων.


15.868


1 Οὐ τεταγμένως ἡρμήνευσε ταῦτα· προειπὼν γὰρ τὰ
2 ἐκ πορείης ἀλγήματα, πλευρῶν, νώτου, ὀσφύος, ἰσχίων, ἔμφασιν
3 ἐποίησεν ὡς μέλλων ἐρεῖν ὅπως τὰ τοιαῦτα θεραπεύηται·
4 κᾄπειτα παρενθεὶς, πολλάκις γὰρ μεμάθηκε φοιτᾷν
5 ἐκ κραιπαλέων καὶ βρωμάτων φυσωδέων, μετὰ ταῦτα
6 ἐπήνεγκεν, ὅσα ἂν τοιάδε δυσουρέεται. καὶ μετὰ τοῦτο
7 πάλιν ἐφεξῆς ἔφη, τούτων δὲ πορείη αἰτίη καὶ κορυζέων
8 καὶ βράγχων· ἀκέφαλον, ὡς ἂν εἴποι τις, ἐργασάμενος τὸν
9 λόγον.