Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.)
urn:cts:greekLit:tlg0057.tlg087
Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
editio(nes) critica(e): Helmreich, 1914; Pietrobelli, 2019 (grc;fra)
translatio Latina: Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, pp. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
translationes recentiores Pietrobelli, 2019 (grc;fra)

4 λγʹ.

5  Διὰ ταύτας οὖν τὰς προφάσιας καὶ ἑτέρας τοιαύτας
6 ἔτι μᾶλλον οἱ ὅλῃσι χρώμενοι πτισάνῃσιν ἑβδομαῖοι καὶ
7 ὀλιγημερώτεροι θνήσκουσιν, οἱ μέντοι καὶ τὴν γνώμην
8 βλαβέντες, οἱ δὲ ὑπὸ τῆς ὀρθοπνοίης καὶ τοῦ ῥέγχους
9 ἀποπνιγέντες.



11 Ὅτι πολλάκις ὀνομάζει τὰς αἰτίας προφάσεις ἐδείχθη
12 κᾀν ταῖς τῶν ἄλλων συνταγμάτων αὐτοῦ ἐξηγήσεσι· τίνας
13 δ᾿ ἑτέρας προφάσεις παρὰ τὰς εἰρημένας αὐτῷ συνεπιφέρειν
14 φησὶ τοὺς ὀλιγημέρους θανάτους, προσθεῖναι τῷ λόγῳ
15 χρή. νῦν μὲν γὰρ εἴρηκε τήν γε τῆς πτισάνης προσφορὰν,
16 πρὶν λῦσαι τὴν ὀδύνην καὶ τὴν ἐπὶ τῷ πυκνῷ πνεύματι
17 γλισχρότητα τοῦ πτυέλου, δι᾿ ἣν καὶ ἀποπνίγονται· βλαβῆναι
18 δέ φησιν, εἰ καὶ οἴνου προσενέγκαιντο, πρὶν ὡς ὑπέθετο 15.491
1 κενωθῆναι, καὶ μελικράτου καὶ ὀξυμέλιτος· περὶ γὰρ τῶν
2 ἄλλων ἁπάντων οὐδὲ τοῖς ἰδιώταις ἄδηλον. εἰκότως οὖν
3 ἔφη καὶ τὴν γνώμην βλαβέντας ἐνίους αὐτῶν ἀπόλλυσθαι,
4 ὅπερ πέφυκεν οἴνῳ τε καὶ τοῖς οἰνώδεσιν ἀκαίρως
5 προσενεχθεῖσι.