Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.)
urn:cts:greekLit:tlg0057.tlg087
Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
editio(nes) critica(e): Helmreich, 1914; Pietrobelli, 2019 (grc;fra)
translatio Latina: Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, pp. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
translationes recentiores Pietrobelli, 2019 (grc;fra)

1 δʹ.

2 Πτυέλου δὲ μᾶλλον ἀναγωγός ἐστι τοῦ ἑτέρου γλυκύς.



4 Ἑτέρου ποίου λέγει; πότερον τοῦ προκειμένου, πρὸς ὃν
5 παραβάλλων τὸν γλυκὺν ἔφη· καὶ γὰρ οὖν ἧσσον οὗτος οὐρητικός
6 ἐστι τὸ ἐπίπαν τοῦ οἰνώδεος λευκοῦ; οὐ τούτου
7 μόνου, ἀλλ᾿ ἁπλῶς παντὸς τοῦ μὴ γλυκέος; ὄντος δ᾿ ἀσαφοῦς
8 ὅσον ἐπὶ τῇ λέξει τῇδε καὶ μᾶλλον ὄντος πιθανοῦ περὶ
9 τοῦ οἰνώδους λευκοῦ τὸν λόγον αὐτῷ νῦν γίγνεσθαι, πάλιν
10 ἑτέρα τις ἀσάφεια προσέρχεται, διὰ τὸ μὴ πάνυ τι σαφὲς
11 εἶναι, τίς ἐστιν οἰνώδης λευκὸς, ἆρά γε θερμαίνων σφοδρῶς
12 λίαν στύφων, ὃν καὶ στρυφνὸν ὀνομάζουσιν οἱ
13 Ἕλληνες, τὸν δὲ μετριώτερον αὐστηρόν. ὁπωσοῦν ἔχει τὰ
14 κατὰ τὴν λέξιν, ἐγὼ τοῦ προκειμένου γράμματος ἐρῶ τὴν
15 ἀλήθειαν. ἀναγωγὸς τοῦ πτυέλου μάλιστα πάντων οἴνων
16 ἐστὶν γλυκὺς, ὅταν σφόδρα μὴ παχὺς , καθάπερ γε
17 κᾀπειδὰν  μὴ πολὺ πρὸς τὸν κιῤῥὸν ἀποκεχωρηκὼς,
18 ὡς ἐκλελύσθαι τὸ πάχος αὐτοῦ καὶ τὴν γλυκύτητα. 15.642
1 μοχθηρὸς δὲ κιῤῥὸς οἶνός ἐστιν εἰς ὠφέλειαν τοῦ πυρετοῦ,
2 θερμὸς ἱκανῶς ὑπάρχων. δὲ μετὰ τὸν οὐκ ἐσχάτως
3 παχὺν οἶνον γλυκὺν, ἐπιτήδειος εἰς τὴν τῶν ἐκ πνεύμονος
4 ἀναγωγὴν ὑδατώδης οἶνός ἐστι, τήν τε δύναμιν ῥωννὺς
5 καὶ τοὺς χυμοὺς ὑγραίνων τε καὶ τέγγων μετρίως· δ᾿
6 αὐτὸς καὶ τοῖς πυρέττουσιν ἀκινδυνότερον δίδοται τῶν ἄλλων
7 οἴνων ἁπάντων.