Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.)
urn:cts:greekLit:tlg0057.tlg087
Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
editio(nes) critica(e): Helmreich, 1914; Pietrobelli, 2019 (grc;fra)
translatio Latina: Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, pp. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
translationes recentiores Pietrobelli, 2019 (grc;fra)

16 κζʹ.

17 Εἰ τοίνυν οὗτος παρὰ τὸ ἔθος μονοσιτήσας, ὅλην τὴν
18 ἡμέρην κενεαγγήσας, δειπνήσειεν ὁκόσον εἴθιστο εἰκὸς αὐτὸν, 15.562
1 εἰ τότε ἀνάριστος ἐὼν ἐπόνεε καὶ ἠῤῥώστει, δειπνήσας
2 δὲ τότε βαρὺς ἦν, πολὺ μᾶλλον βαρύνεσθαι· εἰ δέ γε ἔτι
3 πλείονα χρόνον κενεαγγήσας ἐξαπίνης μεταδειπνήσειεν, ἔτι
4 μᾶλλον ἂν βαρύνοιτο.



6 λέγει τοιοῦτόν ἐστιν. εἰ παρὰ τὸ ἔθος ἀναρίστητος
7 μείνας, εἶτα δειπνήσας τῶν εἰθισμένων ἐλάττω τῆς
8 νυκτὸς ἐβαρύνθη, πολὺ μειζόνως βαρυνθήσεται πλείω
9 ὅσα εἴθιστο δειπνήσας· δ᾿ ἐπὶ πλείονα χρόνον κενεαγγήσας,
10 εἰ ἐξαπίνης μεταδειπνήσειεν, ἔτι μᾶλλον ἂν βαρυνθείη.
11 τῶν γὰρ ἀναριστήτων μενόντων παρὰ τὸ ἔθος ἔνιοι μὲν ἐπ᾿
12 ἐλάττονα χρόνον ἐκτείνουσι τὴν ἀσιτίαν, ἔνιοι δὲ ἐπὶ πλείονα·
13 τούτους οὖν φησιν ἔτι μᾶλλον βαρυνθήσεσθαι.