1 ξζʹ.
2 Ἢν δὲ ὑποκάτω τοῦ θώρακος τὸ ἄλγημα ᾖ καὶ συντείνῃ
3 λίην, τῷ πλευριτικῷ τὴν κοιλίην ὑποκάθαιρε· μεσσηγὺ δὲ
4 τῆς καθάρσεως μηδὲν δίδου, μετὰ κάθαρσιν δὲ ὀξύμελι.
5 φαρμακεύειν δὲ τεταρταῖον· τὰς δὲ ἐξ ἀρχῆς τρεῖς ὑποκλύζειν·
6 κᾂν μὴ κουφίζῃ οὕτως, ὑποκάθαιρε. φυλακὴ δὲ
7 ἔστω ἕως ἀπυρέτου καὶ ἑβδόμης· ἔπειτα ἢν ἀσφαλὴς ἐὼν
8 φαίνηται, οὕτω χυλῷ ὀλίγῳ καὶ λεπτῷ τὸ πρῶτον, σὺν
9 μέλιτι μίσγων δίδου· ἢν δὲ ἀνάγηται ῥηϊδίως καὶ εὔπνοος
10 ἢ καὶ ἀνώδυνος ᾖ τὰ πλευρὰ, κατὰ σμικρὸν παχυτέρῳ τε
11 καὶ πλείονι καὶ δὶς τῆς ἡμέρης.
13
Πλευριτικὸν ὠνόμασε τὸ εἰρημένον ὑφ᾿ Ἱπποκράτους
14
ἐν τῷ γνησίῳ μέρει βιβλίου, ἐν ὧ καθαίρει τοὺς
15
οὕτως ἔχοντας πλευριτικούς· σκευάζει δὲ αὐτὸ διττῶς. τὸ
16
φαρμακεύειν δὲ τεταρταῖον, ἀδιορίστως εἴρηκε καὶ τοῦτ᾿
17
αὐτό. τὴν γὰρ ἀρχὴν οὐδὲν τῶν τοιούτων βοηθημάτων 15.855
1
προσακτέον τῷ κάμνοντι, σκοπὸν ποιησάμενον ἡμερῶν ἀριθμόν·
2
ἀλλ᾿ ὅπερ Ἱπποκράτης εἶπεν, ἤτοι κατὰ τὴν ἀρχὴν εὐθέως
3
πρὶν στηριχθῆναι τοὺς χυμοὺς, κέλευε φαρμακεύειν
4
ἢ ὕστερον, ὅταν πεφθῶσιν· ὥστε καὶ περὶ τὴν πρώτην ἡμέραν,
5
ἐνίοτε δὲ καὶ βʹ καὶ δʹ, ἐνίοτε δὲ καὶ εʹ, ἐφαρμακεύσαμεν
6
οὐκ ἐν τῇ τετάρτῃ μόνον, καθάπερ οὗτος ἔγραψεν.