7 λγʹ.
8 Ὁκόσοισι δὲ διὰ τέλεος ἡ κοιλίη ἐν τοῖσι πυρετοῖσιν ὑγρὴ,
9 τουτέοισι διαφερόντως τοὺς πόδας θερμαίνων καὶ περιστέλλων
10 κηρώμασι καὶ ταινιδίοισι περιελίσσων πρόσεχε
11 ὅκως μὴ ἔσονται ψυχρότεροι τοῦ ἄλλου σώματος. θερμοῖσι
12 δ᾿ οὖσι θέρμασμα μηδὲν πρόσφερε, ἀλλὰ παρατήρει
13 ὅκως μὴ ψυχθήσονται· πόματι δὲ χρέεσθαι ὡς ἐλαχίστῳ,
14 ὕδατι ψυχρῷ ἢ μελικράτῳ.
16
Τὸ διὰ τέλεος τῷ διὰ παντὸς τοῦ χρόνου ταυτὸν σημαίνει·
17
πολλῶν δ᾿ οὐσῶν διαθέσεων, ἐφ᾿ αἷς συμβαίνει δι᾿
18
ὅλης τῆς νόσου τὰς κοιλίας ὑγρὰς εἶναι, καίπερ αὐτῶν μὴ
19
δυναμένων μίαν ἔχειν θεραπείαν, ὡς δέδεικται πολλάκις, οὐ 15.802
1
μόνον οὐδέν ἐστιν ἐκ τῆς ῥήσεως διδαχθῆναι χρηστὸν, ἀλλὰ
2
καὶ βλαβῆναι, πιστεύσαντα τὸν γεγραμμένον τρόπον τῆς
3
θεραπείας ἐπὶ πολλῶν διαθέσεων ἁρμόττειν. ἵνα γὰρ τἄλλα
4
παραλείπω, τῆς κοιλίας ὑγρᾶς εἶναι δυναμένης καὶ διὰ φλεγμονὴν
5
τὴν κατὰ τὴν γαστέρα καὶ διὰ συντηκτικὸν πυρετὸν,
6
ἡ τοῦ ψυχροῦ πόσις ἐναντιωτάτη ἐστὶ τῇ φλεγμονῇ, συμφορωτάτη
7
δὲ τοῖς συντηκτικοῖς πυρετοῖς, καθ᾿ ὃν ἔμαθες
8
καιρὸν γιγνομένη.