Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.)
urn:cts:greekLit:tlg0057.tlg087
Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
editio(nes) critica(e): Helmreich, 1914; Pietrobelli, 2019 (grc;fra)
translatio Latina: Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, pp. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
translationes recentiores Pietrobelli, 2019 (grc;fra)

9 κβʹ.

10 Φλεβοτομέειν οὖν χρὴ τὸν βραχίονα τὸν δεξιὸν τὴν ἔσω φλέβα
11 καὶ ἀφαιρέειν τοῦ αἵματος, κατὰ τὴν ἕξιν καὶ τὴν
12 ἡλικίην διαλογιζόμενον τὸ πλεῖον καὶ τὸ ἔλασσον.



14 Τάχιστα καὶ πλεῖστον ἐκ τῶν κυριωτάτων μερῶν
15 φλὲψ αὕτη κενοῖ τὸ σῶμα καὶ διὰ τοῦτ᾿ ἐπ᾿ αὐτὴν ἀφικνεῖται
16 ἐν τοῖς ὀξυτάτοις νοσήμασιν. καὶ ἀφαιρέειν τοῦ αἵματος,
17 κατὰ τὴν ἕξιν καὶ τὴν ἡλικίην διαλογιζόμενον τὸ πλέον
18 καὶ τὸ ἔλασσον. ἔμπροσθεν μὲν ὁπότε τοὺς σκοποὺς τῆς 15.777
1 φλεβοτομίας ἔλεγε, τὴν ἕξιν τοῦ σώματος παρέλιπε, νυνὶ δὲ
2 τὴν δύναμιν οὐκ εἶπεν. οἴονται δέ τινες ἀντὶ τοῦ τῆς δυνάμεως
3 ὀνόματος τὸ τῆς ἕξεως εἰρῆσθαι καθ᾿ ἑνὸς ἀμφότερα
4 λεγόμενα πράγματος, οὐκ ὀρθῶς ὑπολαμβάνοντες· τὴν
5 μὲν γὰρ ἕξιν ἐπὶ τὴν τοῦ σώματος σύστασιν φέροντες λέγομεν,
6 ὅταν μέν τις μαλακὸς, δὲ σκληρός· τὴν δ᾿ ἰσχὺν
7 τῆς δυνάμεως, τῇ τῶν ἐνεργειῶν σφοδρότητι γνωρίζομεν·
8 ὥστε δύο τ᾿ εἰσὶν οὗτοι σκοποὶ, τὴν μὲν κοινὴν ἔνδειξιν τοῦ
9 κενοῦν ἐκ τοῦ κοινῇ ὄντος ἔχοντες, ἀλλήλων δὲ διαφέροντες
10 ὥσπερ γε καὶ ἀπὸ τῆς ἡλικίας. ἐγχωρεῖ δὲ μᾶλλον εἰς τὴν
11 τοῦ σώματος ἕξιν ἀναφέρειν τὴν ἡλικίαν, οὐ τὴν δύναμιν·
12 καὶ γὰρ τὰ παιδία διὰ μαλακότητα τῆς ἕξεως εὐδιαφόρητά
13 γέ εἰσι· καὶ οἱ πρεσβύτεροι διὰ ξηρότητα καὶ ψυχρότητα
14 δυσδιαφόρητοι. καὶ δύναταί τις λέγειν ἀρκεῖσθαι τρισὶ τούτοις
15 σκοποῖς τῆς φλεβοτομίας, ἔκ τε τοῦ κατὰ τὸ θεραπευόμενον
16 πάθος μεγέθους ἔνδειξιν λαμβανόντων ἡμῶν ἔκ
17 τε τῆς ἕξεως καὶ τῆς δυνάμεως· εἴρηται δὲ ἔμπροσθεν ὅτι
18 καὶ τὸ περιέχον ὅπως ἔχει κράσεως ἐπισκοπεῖσθαι χρή.



15.778