Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.)
urn:cts:greekLit:tlg0057.tlg087
Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
editio(nes) critica(e): Helmreich, 1914; Pietrobelli, 2019 (grc;fra)
translatio Latina: Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, pp. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
translationes recentiores Pietrobelli, 2019 (grc;fra)

16 πβʹ.

17 Ὄσπρια δὲ πάντα φυσώδεα καὶ ὠμὰ καὶ ἑφθὰ καὶ πεφρυγμένα,
18 ἥκιστα δὲ βεβρεγμένα χλωρά· τουτέοισι δὲ 15.875
1 μὴ χρέεσθαι, εἰ μὴ μετὰ σιτίων. ἔχει δὲ καὶ ἰδίας μοχθηρίας
2 ἕκαστον αὐτέων.



4 Ἐμπίπλησι τὴν κοιλίαν πάντα τὰ ὄσπρια, πρὸς τούτοις
5 δὲ καὶ δυσπεπτότατα αὐτῶν ἐστι τὰ ὠμά· τὰ δὲ πεφρυγμένα
6 φυσώδη μὲν ἧττον, ἄπεπτα δ᾿ οὐδὲν ἧττον· ὅσα
7 δὲ πλεῖστον ἥψηται, μετριώτερα. τὸ δ᾿ ἐφεξῆς ἔν τισι μὲν
8 τῶν ἀντιγράφων γέγραπται καὶ βεβρεγμένα καὶ χλωρὰ, ὡς
9 καὶ τῶν τοιούτων τὰς προειρημένας κακίας ἐχόντων· ἐν
10 τοῖς πλείστοις δὲ οὐχ οὕτως, ἀλλ᾿ ἐφ᾿ ἑτέρας ἀρχῆς· ἥκιστα
11 δὲ βεβρεγμένα χλωρά. χλωρὰ μὲν οὖν λέγεται τὰ μὴ
12 ξηρὰ μηδὲ ἀκριβῶς ἤδη τέλεα· βεβρεγμένα δὲ τὰ ὕδατι
13 βρεχθέντα. συμβουλεύει τοίνυν ἄνευ σιτίων ὀσπρίοις μὴ
14 χρέεσθαι· σιτία δηλονότι μάλιστα μὲν τοὺς ἐκ πυρῶν ἄρτους
15 λέγων ἁπλῶς ἅπαντα τὰ ὁπωσοῦν σκευαζόμενα, τάχα
16 δὲ καὶ τἄλλα πάντα ἐξ ὅσων ἄρτοι γίνονται, ζειὰς καὶ 15.876
1 τίφας καὶ κριθάς· οἱ δ᾿ ἀγροῖκοι καὶ ἀπὸ τῶν κέγχρων ἄρτους
2 ποιοῦνται.