13 μστʹ.
14 Καὶ σπόγγοισι χρέεσθαι ἀντὶ στλεγγίδος.
16
Οὐδὲ οἱ νῦν ἰατροὶ χρῶνται στελεγγίσιν ἐπὶ τῶν ἀσθενούντων,
17
οὐ μὴν οὐδὲ σπόγγῳ, ἀλλ᾿ ἐνειλίττουσιν αὐτοὺς
18
μετὰ τὸ λουτρὸν εἰς ὀθόνην· οἱ δὲ εἰς ἱμάτια καὶ μάλιστά 15.714
1
γε τὰ ἄγναπτα, περιστέλλουσι πανταχόθεν, ὡς ἱδρῶσι πλεῖστον.
2
ἔστι δ᾿ οὐκ ἀεὶ χρεία τοῦ πλεῖστον ἱδροῦν μετὰ τὸ
3
λουτρὸν τὸν κάμνοντα· πολλάκις γὰρ οὐ τοῦ κενῶσαι τὸ
4
σῶμα χάριν ἐπὶ τὸ λουτρὸν τὸν κάμνοντα ἄγομεν, ἀλλὰ
5
τοὐναντίον ἅπαν ὑγρᾶναί τε καὶ τέγξαι διόλου, κατεξηρασμένον
6
ἀμετρότερον. ἐπὶ τῶν τοιούτων οὖν οὔτ᾿ ἔνδον κατὰ
7
τὸ βαλανεῖον ἱδρῶτας ἀναμένειν χρὴ πολλοὺς, ἀλλ᾿ ὅτι τάχιστα
8
τῷ κατὰ τὴν πύελον ἐμβαλεῖν ὕδατι καὶ μετὰ ταῦτα
9
ἐξελθόντας ἐκ τοῦ λουτροῦ διὰ ταχέων ἐκμάττειν.