8 παʹ.
9 Τυρὸς δὲ φῦσαν καὶ στεγνότητα καὶ σιτίων ἔξαψιν ποιέει,
10 ὠμὸν καὶ ἄπεπτον· κάκιστον δ᾿ ἐν τῷ ποτῷ φαγεῖν
11 πεπληρωμένοισιν.
13
Φυσώδης μᾶλλόν ἐστι τοῦ ξηροῦ ὁ μαλακὸς καὶ νέος
14
τυρὸς καὶ ἧττον στεγνοῖ, τουτέστιν ἵστησι τὴν γαστέρα τοῦ
15
ξηροῦ· τούτῳ γὰρ ὑπάρχει φυσώδει μὲν ἧττον εἶναι, μᾶλλον
16
δ᾿ ἱστάναι τὴν γαστέρα· καὶ μέντοι καὶ διψώδης μᾶλλόν
17
ἐστιν, ὅπερ ἐδήλωσεν εἰπὼν, σιτίων ἔξαψιν ποιεῖ. τὸ δὲ
18
ὠμὸν καὶ ἄπεπτον μεταξὺ παρέγκειται κατὰ τὴν ῥῆσιν οὐκ 15.874
1
ἐπιμελῶς ἑρμηνευόμενον· ἐμφαίνει γοῦν ὅτι τὸ κατὰ τὸ σῶμα
2
συνιστάμενον πᾶν ὠμὸν καὶ ἄπεπτον ἐν χυμοῖς, ἐκ τοιούτων
3
ἐδεσμάτων πέφυκε γίνεσθαι, ὁποῖός ἐστι καὶ ὁ τυρὸς,
4
ὠμὸν καὶ ἄπεπτον ἔδεσμα, ὡς εἰ καὶ οὕτως ἔλεγε· τυρὸς
5
δὲ καὶ φῦσαν καὶ στεγνότητα τῆς γαστρὸς ἐργάζεται καὶ
6
καυσώδης ἐστὶν, ἔτι δ᾿ ὠμὸν καὶ ἄπεπτόν ἐστιν ἔδεσμα
7
καὶ χυμῶν τοιούτων γεννητικόν. κάκιστον δὲ, φησὶ, καὶ πεπληρωμένον
8
μετὰ πόματος φαγεῖν αὐτὸ, ὅπερ εὔδηλόν ἐστι
9
καὶ τοῖς ἰδιώταις· ἔστι μὲν γὰρ καὶ ἄλλως οὐκ ἀγαθὸν
10
ἔδεσμα τυρὸς, ὡς ἂν παχύχυμος καὶ δύσπεπτος ὑπάρχων·
11
εἰ δ᾿ ἐν τῷ πίνειν αὐτῷ τις χρήσαιτο πεπληρωμένος ὢν,
12
χείριστος ἁπάντων τῶν ἐδεσμάτων γίνεται, βαρύνων τε τὸ
13
στόμα τῆς γαστρὸς, αὐτός τε πρῶτος διαφθειρόμενος, εἶθ᾿
14
ἑαυτῷ συνδιαφθείρων καὶ τἄλλα.