15 νστʹ.
16 Χρέεσθαι δὲ λουτροῖσι τοῖσιν ὅλῃσι πτισάνῃσι χρεομένοισι
17 παρὰ πολὺ μᾶλλον ἐνδέχεται ἢ τοῖσι χυλῷ μούνῳ χρεομένοισι·
18 ἐνδέχεται δὲ καὶ τούτοισιν ἐνίοτε, ἥκιστα δὲ καὶ
19 τοῖσι ποτῷ μούνῳ χρεομένοισιν.
15.724
1
Ἐν τούτῳ τῷ λόγῳ τὸν καιρὸν ἐδήλωσεν, ἐν ᾧ προσήκει
2
λούεσθαι καὶ εἴπερ ἐν ἀρχῇ προείρητο, πολλὰ ἂν οὕτω
3
τῶν μεταξὺ λεγομένων οὐκ ἦν ἀσαφῆ. πτισάνας γὰρ ὅλας
4
δίδωσι τοῖς ἐπιεικῶς ἔχουσιν, ὅσοι δ᾿ αὐτῶν φαυλότερον
5
διάγουσι, χυλὸν μόνον· ὅσοι δὲ καὶ τούτων ἔτι σφαλερώτερον
6
ἢ ὀξύτερον νοσοῦσι, μόνα τὰ ποτά. καὶ ὅτι δὲ τὸν λόγον
7
ἐπὶ τῶν κατὰ θώρακα καὶ πνεύμονα παθῶν ἐν ὅλῳ τῷ
8
συγγράμματι πεποίηται, τὰ πλεῖστα τῶν καθόλου διδάσκων
9
ὡς ἐπὶ παραδειγμάτων, ἐν τοῖσδε τοῖς μέρεσι τῶν νοσημάτων
10
καὶ μάλιστα τῆς πλευρίτιδος, ἐπιδέδεικται πολλάκις·
11
ἐδείχθη δὲ ὅτι καὶ πεφθέντων τῶν παθῶν χρῆσθαι κελεύει
12
τῇ πτισάνῃ. τότ᾿ οὖν καὶ τὸ λουτρὸν ἀκινδύνως προσάγεται,
13
μάλιστα συντελοῦν εἰς τὴν ἐκκάθαρσιν τῶν περιεχομένων
14
πτυέλων ἐν θώρακι καὶ πνεύμονι. τοῖς οὖν οὕτως
15
ἔχουσιν, ὅταν καὶ ἡ ἀπὸ ἔθους ἔνδειξις προσέλθῃ, διπλασιάσαι
16
τὸ λουτρὸν οὐδὲν κωλύει· τοῖς μέντοι ποτῷ μόνῳ
17
χρωμένοις ἥκιστά φησιν ἁρμόττειν τὸ λουτρὸν, ὅπερ σημαίνει 15.725
1
τὸ ἐλάχιστον καὶ οὐχ ὡς ἔνιοί φασι τὸ οὐδαμῶς·
2
ἐπιφέρων γοῦν ἐρεῖ·