10 ιεʹ.
11 Φημὶ γὰρ ἄμεινον εἶναι αὐτίκα ἄρξασθαι τὸ ἐπίπαν ῥοφεῖν,
12 μᾶλλον ἢ προκενεαγγήσαντα ἄρξασθαι τοῦ ῥοφήματος ἢ
13 τριταῖον ἢ τεταρταῖον ἢ πεμπταῖον ἢ ἑκταῖον ἢ ἑβδομαῖον,
14 ἤν γε μὴ προκριθῇ ἡ νοῦσος ἐν τουτέῳ τῷ χρόνῳ.
16
Ὃ κατὰ τοὺς ἀφορισμοὺς ἔγραψε, τούτῳ καὶ νῦν ἀκολουθεῖ,
17
βουλόμενος ἐν πάσῃ νόσῳ τὸ λεπτότατον τῆς διαίτης 15.545
1
ἐν τῇ τοῦ νοσήματος ἀκμῇ παραλαμβάνεσθαι. ἐὰν οὖν
2
αὕτη τῇ πέμπτῃ τῶν ἡμερῶν μέλλῃ γίνεσθαι καὶ μὴ δύνηται
3
τοῖς πόμασι μόνοις χρώμενος ὁ κάμνων ἐξαρκέσαι, βέλτιον
4
εἶναί φησιν εὐθέως ἀπ᾿ ἀρχῆς αὐτῷ δίδοσθαι τῆς πτισάνης,
5
οὐ κατὰ τὴν τρίτην ἢ τὴν τετάρτην ἡμέραν ἄρξασθαι
6
τῆς δόσεως. οὕτως οὖν καὶ τοὺς ἐν τῇ εʹ τῶν ἡμερῶν ἢ
7
τῇ στʹ, ἢ τῇ ζʹ τοῦ ῥοφήματος ἀρχομένους ἁμαρτάνειν φησὶν,
8
ἐάν γε μὴ τύχῃ προκριθὲν ἐν τούτῳ τῷ χρόνῳ τὸ νόσημα,
9
τῆς κρίσεως, ὡς ἔφην, ἀκουομένης οὐ μόνον τῆς τελείας
10
ἀπαλλαγῆς, ἀλλὰ καὶ τῆς ἀξιολόγου μεταβολῆς.