8 Ϟʹ.
9 Χολέρης δὲ ξηρῆς ἡ γαστὴρ πεφύσηται καὶ ψόφοι ἔνεισι καὶ
10 ὀδύνη πλευρέων καὶ ὀσφύος· διαχωρέει δὲ οὐδὲν κάτω,
11 ἀλλ᾿ ἀπεστέγνωται.
13
Τὴν ἁπλῶς ὀνομαζομένην ὑπὸ τῶν ἀνθρώπων χολέραν
14
ὑγρότητι διορίζει τῆς ξηρᾶς· ὀνόματι δὲ κοινῷ κατ᾿ ἄμφω
15
κέχρηται, πρὸς τὸν τῆς γενέσεως τρόπον ἀποβλέπων ὄντα
16
κοινόν. ὡς γὰρ ὑγρὴ χολέρα γίνεται δριμέων χυμῶν ἐκ τῆς
17
διαφθορᾶς τῶν ἐδηδεσμένων γεννηθέντων, οὕτως ἡ ξηρὰ
18
πνεύματος φυσώδους δριμέος· διὸ καὶ τὰ πλησιάζοντα τῇ 15.886
1
γαστρὶ νευρώδη σώματα δακνόμενά τε καὶ τεινόμενα πόνον
2
ποιοῦσι. δυναμένων δὲ τῶν πνευμάτων τούτων ποτὲ μὲν
3
ἴσχεσθαι, ποτὲ δὲ διεξιέναι, διὰ τὰ ἰσχόμενα πνεύματα τὴν
4
ξηρὰν χολέραν ἐπιγεννᾶσθαι, οὐκ ἔχω φάναι· πιθανώτερον
5
γὰρ ἦν οὕτως ὀνομάσαι τὰ διεξερχόμενα.