4 εʹ.
5 Ἀτὰρ οὐδὲ περὶ διαίτης οἱ ἀρχαῖοι ξυνέγραψαν οὐδὲν
6 ἄξιον λόγου, καίτοι μέγα τοῦτο παρῆκαν.
8
Ἡ διὰ τῶν συνηθῶν ὑλῶν ἀγωγὴ τῆς θεραπείας ὀνομάζεται
9
δίαιτα, καθάπερ ἡ διὰ τῶν συνηθῶν τομῶν τε καὶ
10
καύσεων καὶ τῶν ἄλλων, ὅσα διὰ τῶν χειρῶν ἐνεργεῖται, χειρουργία,
11
καὶ τρίτη γε ἐπ᾿ αὐτοῖς μοῖρα τῆς ἰατρικῆς ἐστιν
12
ἡ φαρμακευτικὴ, διὰ φαρμάκων καὶ αὐτὴ δηλονότι περαινομένη.
13
μέμφεται δὲ τοῖς ἑαυτοῦ πρόσθεν ὁ Ἱπποκράτης,
14
ὡς οὐδὲν ἄξιον λόγου περὶ διαίτης γεγραφόσιν· τοῦτο δὲ εἶπεν,
15
οὐχ ὡς οὐδὲν αὐτῶν συγγραψάντων διαιτητικὸν θεώρημα,
16
[γράφουσι γὰρ] ἀλλ᾿ ὡς οὐκ ἄξιον λόγου· δείξει δ᾿
17
αὐτὸς ὁποῖόν τι τὸ ἄξιον λόγου διὰ τῶν ἐφεξῆς.
15.426