13 αʹ.
14 Ὁμοῦ δὲ ἄρθρον ἕνα τρόπον οἶδα ὀλισθαῖνον τὸν ἐς τὴν
15 μασχάλην.
17
Ὅτι τῶν διαρθρουμένων ὀστῶν ἀλλήλοις ἄρθρον ὀνομάζειν
18
εἴωθεν, οὐ τὴν ὑποδεχομένην κοιλότητα τὸ τοῦ πλησιάζοντος 18a.305
1
ὀστοῦ πέρας, ἀλλ’ αὐτὸ τὸ πέρας, εἴρηται μὲν
2
κατὰ τὸν ἔμπροσθεν ἤδη λόγον, ἀναμεμνήσθω δὲ καὶ νῦν
3
ὅτι κεφαλὴν ἀξιόλογον ὁ βραχίων ἔχων οὐ πάνυ βαθεῖαν
4
κοιλότητα διαρθροῦται τῷ πέρατι τοῦ τῆς ὠμοπλάτης αὐχένος
5
ἐπικείμενος, καὶ ὅτι τὰ τοιαῦτα πράγματα ποτὲ μὲν
6
οὕτως εἴωθεν ἑρμηνεύειν, ὡς νῦν εἴρηκεν, ὤμου δὲ ἄρθρον,
7
ἐνίοτε δὲ οὐχ οὕτως, ἀλλ’ ὡς εἰ τὸ κατ’ ὦμον ἄρθρον εἰρήκει,
8
καθάπερ ἐν τῷ περὶ ἀγμῶν, τότε κατὰ γόνυ πολλάκις
9
εἷπεν. ἕνα δὲ τρόπον, ὅπερ ἐστὶ διαφορὰν μίαν, εἰδέναι
10
φησὶ τοῦ κατὰ τοῦτο τὸ ἄρθρον ὀλισθήματος. εἰ δ’ ὀρθῶς
11
λέλεκται τοῦτ’ αὐτῷ κατὰ τὸν ἐφεξῆς λόγον
12
ἐπισκεψόμεθα.