16 θʹ.
17 Αἴτιον δὲ καὶ τόδε, ὅτι οὐ μάλα καταλαμβάνουσι τοιαῦται
18 ἀνάγκαι βρωμάτων, ὥστε τὸν ἄνθρωπον χανέειν μεῖζον ἢ 18a.435
1 ὅσον δύναται. ἐκπέσοι δ’ ἂν ἀπ’ οὐδενὸς ἄλλου σχήματος
2 ἢ ἀπὸ τοῦ μεγάλα χανέοντα παραγαγεῖν τήν γένυν
3 ἐπὶ θάτερα.
5
Τοῦ σπανίως ἐκπίπτειν δὴ τὴν γένυν ἐπὶ ταῖς
6
προειρημέναις δύο ἀντιθέσεσι, τρίτην προστίθησιν, ὅτι
7
χωρὶς μὲν τοῦ μέγιστον διοῖξαι τὸ στόμα τὴν ἔκπτωσιν
8
ἀδύνατον γενέσθαι. διοίσειν δέ τι πλεῖστον αὐτῆς οὖν δεόμεθα
9
πολλάκις, ἐπειδὴ δύο χρεῖαι τῆς τοιαύτης ἐνεργείας
10
εἰσὶν, ἤτοι μέγιστον ὄγκον ἐθέλησε τῷ στόματι τοῦ σώματος
11
παραλαβεῖν ἢ χασμώμενον ἄχρι πλείστου διαλαβεῖν, ὧν
12
τὸ μὲν πρότερον σπάνιόν ἐστι, τὸ δὲ δεύτερον μόνον τοῖς
13
ἄφροσι συμβῆναι δύναται· καὶ γὰρ καὶ τεθέαμαί ποτε γινόμενον
14
αὐτὸ πλουσίῳ Πλακίνῳ, ᾧ διοίξαντι μέχρι πλείστου
15
τὸ στόμα, κἄπειτα παραγαγόντι πρὸς τὸ πλάγιον. εἰώθει δὲ
16
συνεχῶς οὕτως ἐσχηματίσθαι καὶ ὥσπερ καλὸν ἔργον ἑκὼν
17
ἀεὶ μεῖζον ἐπειρᾶτο τοῦ πρότερον χαίνειν.
18a.436