ΙΠΠΟΚΡΑΤΟΥΣ ΤΟ ΠΕΡΙ ΑΡΘΡΩΝ
ΒΙΒΛΙΟΝ ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ
ΥΠΟΜΝΗΜΑ ΔΕΥΤΕΡΟΝ.
1 αʹ.
2 Γνάθος δὲ ὀλίγοισιν ἤδη τελέως
3 ἐξήρθρησε.
5
Γνάθον ὀνομάζουσιν οἱ ἀνατομικοὶ τὸ ὑποκάτω τοῦ μήλου
6
καλουμένου. τὸ μῆλον δ’ αὐτοῖς ἐξέχον ἐν τοῖς
7
πρόσω διακρατοῦσιν ἀτρέμα περιφερές. ὁ τοίνυν Ἱπποκράτης
8
οὕτως εἴρηκεν, ὤμου δὲ ἄρθρον ἐν ἴσῳ τοῦ κατ’ ὦμον 18a.424
1
ἄρθρου, ἵνα καὶ νυνὶ λέγων τὸ κατὰ τὴν γνάθον ἄρθρον
2
ἢ τὴν κάτω γένυν ὠνόμασε γνάθον. οὕτως δὲ καὶ ὁ ποιητὴς
3
εἴρηκε·
4Κόπτων ἀμφοτέρῃσι, χαμαὶ δ’ ἅπαντας ὀδόντας5γνάθων ἐξελάσαιμι συὸς ὡς ληϊβοτείρης.
6
καὶ γὰρ κἀκεῖνος φαίνεται γνάθους ὀνομάζων τὰς γένυας·
7
αὐτός τε πάλιν ὁ Ἱπποκράτης ἐν τοῖς ἐφεξῆς γνάθους αὐτὰς
8
καλεῖ. περὶ μὲν οὖν τῆς προσηγορίας ἱκανὰ καὶ ταῦτα.
9
διὰ τί δέ φησιν ὀλίγοις ἐξαρθρήσασθαι τὴν γένυν αὐτός σε
10
διδάξει διὰ τῶν ἐπιφερομένων, οἷς δὴ πρόσεχε τὸν νοῦν.