Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.)
urn:cts:greekLit:tlg0057.tlg095
Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
editio(nes) critica(e):
translatio Latina: Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, pp. 300-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
translationes recentiores Abballe, 1972 (ita)

1 λεʹ.

2 Προσδέχεσθαι δὲ μάλα χρὴ τοιαῦτα ἰήματα. ἐπιδέειν γὰρ
3 φοβερώτερά ἐστιν τινι ἰητρεύειν καὶ ἰητρείη πραείη
4 ἀρκέει πᾶσι τοιούτοισι· αὐτὰ γὰρ ἑωυτὰ κρίνει μόνον·
5 τῆς τε διαίτης ἐπιμελέεσθαι χρὴ ὡς κατὰ δύναμιν ἀπύρετος
6 ἔῃ.



8  Οὐ μόνον τῶν καμνόντων ἀεὶ φαίνεται κηδόμενος
9 Ἱπποκράτης, ἀλλὰ καὶ τῶν ἰατρῶν ὡς ἀνέγκλητοι
10 μὲν ἀεὶ παρὰ τοῖς κάμνουσιν ὦσιν, εὐδοκιμῶσι δὲ τὰ πλεῖστα.
11 διὰ τοῦτ’ οὖν ἐπισημαίνεταί τε καὶ διορίζεται τὰ
12 κατὰ φαντασίαν μεγάλα πάθη τῶν κατὰ δύναμιν. ἐπὶ μὲν
13 οὖν τῶν κατὰ δύναμιν ἰσχυρῶν, οὐ μὴν φαινομένων γε τοιούτων,
14 ἀποδιδράσκειν κελεύει. προΐεσθαι δὲ τὰ κατὰ φαντασίαν
15 μεγάλα, καθάπερ καὶ ταυτὶ τὰ νῦν περὶ ὧν λόγος. ὅταν
16 γὰρ ἀκριβῶς τι νεκρωθῇ μέρος, οὐκέτι συμπάθειαν ἰσχυρὰν
17 ἄγει τὰ πλησιάζοντα. ταῦτ’ οὖν ἐὰν ἀποκόψῃς, τὸν ἐν 18a.720
1 τῇ χειρουργίᾳ τῆς λειποθυμίας φυλαξάμενος κίνδυνον οὐκέτι
2 οὐδὲν ἀκολουθήσει δυσχερές.