11 νεʹ.
12 Ὅταν οὖν τάμῃ τις τὸ οὖς, πάντων μὲν καταπλασμάτων
13 καὶ πάσης τῆς μετώσιος ἀπέχεσθαι χρή. ἰητρεύειν δὲ ἢ
14 ἐναίμοις ἢ ἄλλῳ, ὅ τι μήτε βάρος μήτε πόνον παρασχήσει.
16
Ἐπεὶ ξηρόν ἐστι μόριον τὸ οὖς καὶ διὰ τοῦτο τῶν
17
ξηραινόντων δεῖται φαρμάκων, χρὴ μέντοι οὐ μέγαν τοῦ 18a.490
1
προσήκοντος αὐτὸ ξηραίνειν, ὅταν ἐπὶ τὸ τέμνειν εὐθέως τὰ
2
φάρμακα προσφέρωνται. τεῖνον γὰρ ἐργάζεται μηδὲν ἔχοντα
3
παρηγορικὸν, οὐ μὴν οὐδὲ βαρύνεσθαι χρὴ τὸ οὖς τῷ ἐπιτιθεμένῳ
4
ὄγκῳ· καὶ γὰρ τὰ ὦτά γ’ ὀδυνᾶται καὶ ἅμα ἀσηρόν.
5
ἄριστον οὖν ἐστι χρῆσθαι φαρμάκοις μετὰ τὸ στομῶσαι
6
μετρίως ξηραίνουσιν, ὁποῖα τὰ ἔναιμα καλούμενα.
7
τὰ γὰρ καταπλάσματα ἐγκλείει τε καὶ θηλύνει μὴ ξηραίνοντα
8
τὰς περιττὰς ὑγρότητας αὐτῶν καὶ μάλιστα γλίσχρας
9
καὶ παχείας οὔσας.