Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.)
urn:cts:greekLit:tlg0057.tlg095
Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
editio(nes) critica(e):
translatio Latina: Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, pp. 300-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
translationes recentiores Abballe, 1972 (ita)

6 ιστʹ.

7 Αὕτη ἐμβολὴ κατὰ φύσιν ἐπιεικέως ἐστὶ καὶ ἐμβάλλειν
8 δύναται, ἢν χρηστῶς σκευάσωνται αὐτήν.



10 Μετρίως αὐτὴν λέγει κατὰ φύσιν εἶναι· τοῦτο γὰρ σημεῖον
11 τὸ ἐπιεικῶς, ὥσπερ καὶ ἐπιεικὴς ἄνθρωπος
12 μέτριος δηλοῦται πρὸς τῶν Ἑλλήνων. ἔνιοι δὲ ᾠήθησαν
13 τὸ ἐπιεικῶς ἀντὶ μάλιστα λέγεσθαι καὶ διὰ τοῦτο οἶμαι καὶ
14 κατὰ  τὴν ἀρχὴν τῆς ῥήσεως ἀφείλοντο ἐγγύς τε
15 γράψαντες. οὕτως γὰρ καὶ οἱ περιαναγκάζοντες κατὰ φύσιν
16 ἐμβάλλουσιν. ἐχρῆν δὲ αὐτοὺς, εἰ καὶ μὴ πρὸς αὐτοῦ
17 τοῦ Ἱπποκράτους τοῦτο εἴρητο, κατὰ τὴν ἐφεξῆς ῥῆσιν, 18a.337
1 μέμφεται τῆς  τοιαύτης ἐμβολῆς αὐτοὺς ἐννενοηκέναι,
2 μέμφεται δὲ λέγων περὶ τὸ ὑπεροειδὲς ὦμος ἢν καὶ καταπεπειγῇ,
3 περισφάλλεσθαι τὸ σῶμα κίνδυνος, δι’ ὅπερ
4 φησὶν, διὰ τοῦ κλιμακίου βελτίων ἐστίν. οὐκ οὖν εἰς
5 ἄκρον ἀρετῆς κατὰ τὸ ὑπεροειδὲς ἥκει, ὡς τοῦδε ἐπιεικῶς
6 τὸ μάλιστα συμβαίνει· τὴν γὰρ διὰ τοῦ κλιμακίου μᾶλλον
7 αὐτῆς ἐπαινέσας τί μᾶλλον ἐκείνης ἐπαινεῖ τὴν διὰ
8 ἐμβολῆς.