12 λθʹ.
13 Ἄγχιστα δὲ ἡ ἐπίδεσίς μοι δοκέῃ ἀντιποιέειν, εἰ κατὰ μέσην
14 τὴν ῥῖνα κατὰ τὸ ὀξὺ ἀμφιθλασθείη ἡ σὰρξ κατὰ τὸ
15 ὀστέον, εἰ καὶ τὸ ὀστέον μικρόν τισιν εἴη καὶ μὴ μέγα.
16 τοῖσι γὰρ τοιούτοισιν ἐπιπώρωμα ἴσχει ἡ ῥὶς καὶ ὀκριοειδεστέρῃ
17 τινὶ γίνεται. ἀλλ’ ὅμως οὐδὲ τούτοισι δήπου πολλοῦ
18 ὄχλου δέεται ἡ ἐπίδεσις, εἰ δή τι καὶ δεῖ ἐπιδέειν.
18a.468
1
Ἐν εὐθυτάτῳ δόξειεν ἂν ὠφελεῖν ἡ κοινὴ τῆς ῥινὸς
2
ἐπίδεσις, ὅταν ἐν τῷ μέσῳ αὐτῆς ἤτοι περίθλασις γένηται
3
τοῦ δέρματος ἢ καὶ πάθῃ τι τὸ ὀστοῦν ἐπ’ ὀλίγον. ἐξοχὴ
4
γάρ τις ἕπεται κατὰ τὴν πώρωσιν αὐτοῦ. ἡ τοίνυν ἐπίδεσις
5
ἐν τοῖς τοιούτοις παθήμασιν εἴργουσα καὶ προστέλλουσα
6
τὸ πεπονθὸς ὠφέλειάν τινα δόξει δύνασθαι παρέχειν, ἕν τι
7
δ’ οὐδὲν τούτοις ἀναγκαῖον ἐπιδεῖν· τὰ γὰρ θλάσματα πειρᾶσθαι
8
χρὴ μάλιστα μὲν ἀφλέγμαντα διαφυλάττειν, εἰ δὲ
9
καὶ φλεγμαίνοιεν, ἀφλέγμαντα ποιεῖν ὡς τάχιστα. ὅ γε ἐπιτρεφόμενος
10
πῶρος ὀλίγος οὐδὲν δὴ τούτων ἐπιδέσεων δεῖται.