Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.)
urn:cts:greekLit:tlg0057.tlg095
Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
editio(nes) critica(e):
translatio Latina: Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, pp. 300-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
translationes recentiores Abballe, 1972 (ita)

16 κβʹ.

17 Ἢν δὲ καταγῇ κάτω γνάθος, ἢν μὲν μὴ ἀποκαυλισθῇ
18 παντάπασιν, ἀλλὰ ξυνέχηται τὸ ὀστέον, ἐγκεκλιμένον δὲ ἔῃ,
19 κατορθῶσαι μὲν χρὴ τὸ ὀστέον παρά γε τὴν γλῶσσαν 18a.451
1 πλαγίαν ὑπείραντα τοὺς δακτύλους, τὸ δὲ ἔξωθεν ἀντερείδειν,
2 ὡς ἂν ξυμφέρει, κἂν διεστραμμένοι ἔωσιν οἱ ὀδόντες
3 οἱ κατὰ τὸ τρῶμα κεκινημένοι, ὁκόταν τὸ ὀστέον κατορθωθῇ,
4 ζεῦξαι τοὺς ὀδόντας χρὴ πρὸς ἀλλήλους μὴ
5 μόνον τοὺς δύο, ἀλλὰ καὶ πλέονας, μάλιστα δὲ δὴ χρυσίῳ.
6 ἔστ’ ἂν κρατηθῇ τὸ ὀστέον· εἰ δὲ μὴ, ἐν λίνῳ. ἔπειτα ἐπιδεῖν
7 κηρωτῇ καὶ σπλήνεσιν ὀλίγοισι καὶ ὀθονίοισιν ὀλίγοισι,
8 μὴ ἄγαν ἐρείδοντα, ἀλλὰ χαλαροῖσιν.



10 Ὅταν τοῦ καταγέντος ὀστοῦ μηδὲν ἀπαθὲς ὑπολείπηται,
11 διαλυθέντων ἀπ’ ἀλλήλων τῶν μερῶν, ὡς κατὰ μηδὲν τοῦτο
12 συνέχεσθαι τὸ εἶδος τοῦ κατάγματος οἱ νεώτεροι τῶν ἰατρῶν
13 ὀνομάζουσι καυληδὸν, ἐπειδὴ καὶ Ἱπποκράτης εἶπεν,
14 ἐὰν μὴ ἀποκαυλισθῇ παντάπασι. τὰ δ’ ἄλλα καὶ ταύτης
15 τῆς ῥήσεως καὶ τῶν ἐφεξῆς σαφῆ, πλὴν εἴ πού τι βραχὺ
16 παρεμπίπτοι καὶ τοῦτ’ ἐπισημαινούμεθα.



18a.452