Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.)
urn:cts:greekLit:tlg0057.tlg095
Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
editio(nes) critica(e):
translatio Latina: Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, pp. 300-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
translationes recentiores Abballe, 1972 (ita)

11 ιιαʹ.

12 Εἰ δέ γε ἠδύναντο μέγα προβαίνειν, κἂν πάνυ πτερνοβάται
13 ἦσαν. καὶ γὰρ οἱ ὑγιαίνοντες, ὅσῳ ἂν μεῖζον προβαίνοντες
14 ὁδοιπορέωσι, τοσούτῳ μᾶλλον πτερνοβάται εἰσὶ
15 τιθέντες τὸν πόδα, αἴροντες δὲ τὸν ἐναντίον.



17 Ὅτι μὲν οἱ μέγα προβαίνοντες τὴν πτέρναν ἐπὶ τῆς
18 γῆς στηρίζουσιν, εἴρηταί μοι πρόσθεν ἐναργῶς τε φαίνεται. 18a.658
1 οὐδὲν δὲ ἧττον φαίνεται καὶ τὸ μὴ προβαίνειν μέγα πάντως,
2 ὅσοι δύνανται κάμπτειν τὰ ἄνω ἄρθρα δι’ ἡντινοῦν
3 αἰτίαν. πάσχουσι δὲ τοῦτο τὴν ταλαιπωρίαν οὐ φέροντες,
4 ἣν ἐν τῷ μεταφέρειν ἀποτεταμένον τὸ σκέλος ἴσχουσιν· ὡς
5 ἄλλο δ’ οὐδέν ἐστι τὸ κωλύον αὐτοὺς μέγιστον προβαίνειν
6 ἐστηριγμένου τηνικαῦτα τοῦ ὑγιοῦς σκέλους, καὶ προελόμενοί
7 γε πρᾶξαι τοῦτο, δύνανται ποιεῖν αὐτὸ μετὰ καμάτου, ὥστε
8 ἄμεινον ἦν ἴσως οὕτως ἑρμηνεύεσθαι τὸν λόγον· οἷς ἐξέπεσε
9 τὸ κατ’ ἰσχίον ἄρθρον πρόσω, τούτοις κατὰ τὰς ὁδοιπορίας
10 ὑπάρχει μηδὲν ἧττον τοῦ πεδίου τε καὶ τῶν δακτύλων τῇ
11 πτέρνῃ χρῆσθαι. εἰ δ’ ὑπέμενον μέγα διαβαίνειν τῷ πεπονθότι
12 σκέλει, κἂν πάνυ πτερνοβάται ἦσαν· ἀλλὰ γὰρ οὐ
13 τολμῶσι πράττειν οὕτω, διότι ταλαιπωροῦνται μόγις μεταφέροντες
14 ἄκαμπτόν γε τὸ σκέλος.