Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.)
urn:cts:greekLit:tlg0057.tlg095
Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
editio(nes) critica(e):
translatio Latina: Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, pp. 300-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
translationes recentiores Abballe, 1972 (ita)

1 ληʹ.

2 Καμπυλώταται δὲ πλευραὶ ἀνθρώπου εἰσὶ ῥοιβοειδέα τρόπον.



4 Ἀπάντων τῶν ζώων ἄνθρωπος καμπυλωτάτας ἔχει
5 πλευρὰς, ὅτι καὶ τὸ στέρνον ἁπάντων πλατύτατον· τῶν μὲν
6 γὰρ ἄλλων ζώων τὸ μὲν μᾶλλόν ἐστι, τὸ δ’ ἧττον ὀξύστερνον.
7 πλατυστερνότατος δ’ ἄνθρωπος, εἶθ’ ἑξῆς πίθηκος
8 ἁπάντων μὲν τῶν ἄλλων ζώων μᾶλλον, ἧττον δ’ ἀνθρώπου.
9 ἔστι δὲ κοινὸν ἅπασι μὲν ζώοις ὅσα θώρακα ἔχει τὸ τὰς
10 πλευρὰς ἐκ μὲν τῶν ἔξω μερῶν, ἔνθα καὶ ψαύομεν αὐτῶν,
11 κυρτὰς, ἐκ δὲ τῶν ἀντικειμένων τῶν ἔνδον εἶναι κοίλας·
12 εἰς γὰρ τὴν γένεσιν τῆς τοῦ θώρακος εὐρυχωρίας ἀναγκαῖον
13 ἦν τοῦτο τοῖς ἀνθρώποις, ἐπειδὴ κατὰ τὸ στέρνον εὐθύνεσθαι
14 τὰς πλευρὰς ἔδει, τὸ μετὰ τοῦτο πᾶν ἱκανῶς
15 ἐκάμφθη, δεομένων δ’ αὐτῶν ἐπὶ τοὺς τῆς ῥάχεως ἀφικέσθαι
16 σφονδύλους. τὸ μὲν γὰρ ἑρμηνευόμενον ὑπ’ αὐτοῦ
17 πρᾶγμα σαφὲς ἡμῖν γέγονεν ἔκ τε τοῦ καμπυλωτάτας εἰπεῖν 18a.537
1 εἶναι τὰς πλευρὰς, κἀκ τούτου γιγνώσκεσθαι, ἀφ’ οὗ
2 ὅμοιαι κατὰ τὸ σχῆμά εἰσιν. ἀπολείπεται δὲ ζήτησις
3 οὐκ ἐν τῇ πραγματείᾳ, καθάπερ ἐπὶ τῶν ἔμπροσθεν, ἀλλ’
4 ἐν ὀνόματι χρησαμένου τοῦ Ἱπποκράτους τῇ ῥοιβοειδέα
5 φωνῇ σαφηνείας μὲν ἕνεκεν, ἥτις παράδειγμα λέλεκται πρὸς
6 αὐτοῦ, μείζονα δ’ ἀσάφειαν ἐργαζομένη αὐτοῦ τοῦ γιγνωσκομένου
7 πράγματος τῆς σαφηνείας ἕνεκα παράδειγμά τι
8 ὤφθη. τότε μὲν οὖν ἴσως ἦν φωνὴ συνήθης οὐκ ἂν
9 εἴρηκε ῥοιβοειδέα τρόπον. ἐν δὲ τῷ μετὰ ταῦτα χρήσεως
10 αὐτῆς ἐκβληθείσης εἰς ἀσάφειαν ἧκε. τὸ μὲν γὰρ διὰ τοῦ
11 κ λεγόμενον ῥοικοειδέα καὶ παρὰ Θεοκρίτῳ γεγραμμένον ἔνθα
12 φησί·

13 Ῥοικὸν δέ κεν ἀγριελαίας
14δεξιτερᾷ κορύναν.


15 καὶ παρ’ Ἀρχιλόχῳ·

16Ἀλλὰ μικρός τις εἴη καὶ περὶ κνήμας ἰδεῖν
17Ῥοικὸς, ἀσφαλέως βεβηκυίας ποσὶ, καρδίης πλέως.


18 καὶ παρὰ Νικάνδρῳ·

18a.538
1Ἄλλοι δὲ ῥοικοῖσιν ἰσήρεες ἂν τὰ παγούροις
2Γυῖα βαρύνονται.


3 τὸ μέντοι διὰ β ῥοιβὸν οὐκ οἶδα, καίτοι τινὰ τῶν ἀντιγράφων
4 διὰ τοῦ β γέγραπται, ἀλλ’ ἐν τοῖς ἀξιοπιστοτέροις
5 εὑρίσκεται τὸ κ.