16 ιζʹ.
17 Τούτοισι ξυμφέρει ἐμβαλέειν ὡς τάχιστα, ἐμβολῆς δὲ τρόπος
18 πρόσθεν εἴρηται.
18a.445
1
Τάχιστα μὲν ἐμβάλλειν συμφέρει, πρὶν διὰ τὴν τάσιν
2
τῶν μυῶν εἰς συμπάθειαν ἀφικέσθαι τὸν ἐγκέφαλον. ὁ δὲ
3
τρόπος τῆς ἐμβολῆς ὃν ἐπὶ τῆς κατὰ τὸ ἕτερον μέρος ἐξαρθρώσεως
4
εἶπεν, οὐ κατὰ πᾶν ὁ αὐτός μοι δοκεῖ νῦν γίνεσθαι
5
προσήκειν· τότε μὲν γὰρ εἰς τὸ πλάγιον μέρος ἡ γένυς
6
ἀτρέμα παρῆκται, νυνὶ δὲ ἰσόῤῥοπός ἐστιν, ὥστ’ αὔταρκες
7
διακινήσαντα καὶ πρὸς τὸ κάτω τὸ ὀστοῦν ἑλκύσαντα χάριν
8
τοῦ τὸ πέρας τῆς κορώνης κατωτέρω γενέσθαι τοῦ ζυγώματος,
9
οὕτως ἤδη πρὸς τὴν ἔσω χώραν ὠθεῖν ἑκατέρωθεν
10
ὅλην τὴν γένυν, ἅμα τῷ κελεῦσαι τῷ κάμνοντι κλείειν τὸ
11
στόμα.