Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.)
urn:cts:greekLit:tlg0057.tlg095
Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
editio(nes) critica(e):
translatio Latina: Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, pp. 300-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
translationes recentiores Abballe, 1972 (ita)

1 ξʹ.

2 Χρὴ δὲ περὶ πλείστου μὲν ποιέεσθαι ἐν πάσῃ τῇ τέχνῃ,
3 ὅκως ὑγιὲς μὲν ποιήσῃς τὸ νοσέον. εἰ δὲ πολλοῖσι τρόποισιν
4 οἷόν τε εἴη ὑγιέας ποιέειν τὸν ἀοχλότατον χρὴ
5 αἱρέεσθαι· καὶ γὰρ ἀνδραγαθικώτερον τοῦτο καὶ τεχνικώτερον,
6 ὅστις μὴ ἐπιθυμέει δημοειδέος κιβδηλίης, περὶ
7 οὗ νῦν λόγος ἐστί. τοιοίδε τ’ ἄν τινες κατοικίδιοι κατατάσιες
8 εἶεν τοῦ σώματος, ὥστε ἐκ τῶν παρεόντων τὸ
9 εὔπορον εὑρίσκειν.



11  Οὗτος ὕστατος αὐτῷ λόγος ἐστὶ παρακελευομένῳ
12 τὴν εὐπορίαν ἀσκεῖν τῶν ἐπιτηδείων πρὸς τὴν θεραπείαν,
13 ὥστε κἂν μήτε τὸ βάθρον παρῇ, μήτε ἄλλο τι τῶν
14 προειρημένων ἐπινοεῖν αὐτὸν ὅμοιόν τι, περὶ ὧν ἐφεξῆς σαφέστατα
15 διῆλθεν, ὡς μηδὲν αὐτῶν δεῖσθαι μηδὲ βραχυτάτης
16 ἐξηγήσεως. ἅπαντα γάρ ἐστι σαφέστατα τοῖς γε μεμνημένοις 18a.767
1 τῶν προειρημένων, δὲ μοι δοκεῖ ἀσαφέστερον εἶναι τοῦτο
2 προσγράψω.